TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1166
Previous part

Book: Sus.Th. 
ΣΟΥ6ΑΝΝΑ


Verse: 1    Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ιωακιμ.
Verse: 2    
καὶ ἔλαβεν γυναῖκα, ὄνομα Σουσαννα ϑυγάτηρ Χελκιου, καλὴ σϕόδρα καὶ ϕοβουμένη τὸν κύριον·
Verse: 3    
καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν ϑυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.
Verse: 4    
καὶ ἦν Ιωακιμ πλούσιος σϕόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ιουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.
Verse: 5    
καὶ ἀπεδείχϑησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν δεσπότης ὅτι ᾽Εξῆλϑεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν.
Verse: 6    
οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ιωακιμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι.
Verse: 7    
καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σουσαννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς.
Verse: 8    
καὶ ἐϑεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καϑ' ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν καὶ ἐγένοντο ἐν ἐπιϑυμίᾳ αὐτῆς.
Verse: 9    
καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλιναν τοὺς ὀϕϑαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων.
Verse: 10    
καὶ ἦσαν ἀμϕότεροι κατανενυγμένοι περὶ αὐτῆς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν,
Verse: 11    
ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιϑυμίαν αὐτῶν ὅτι ἤϑελον συγγενέσϑαι αὐτῇ.
Verse: 12    
καὶ παρετηροῦσαν ϕιλοτίμως καϑ' ἡμέραν ὁρᾶν αὐτήν.
Verse: 13    
καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Πορευϑῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστίν· καὶ ἐξελϑόντες διεχωρίσϑησαν ἀπ' ἀλλήλων·
Verse: 14    
καὶ ἀνακάμψαντες ἦλϑον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιϑυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.
Verse: 15    
καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔϑετον εἰσῆλϑέν ποτε καϑὼς ἐχϑὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων καὶ ἐπεϑύμησε λούσασϑαι ἐν τῷ παραδείσῳ, ὅτι καῦμα ἦν·
Verse: 16    
καὶ οὐκ ἦν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν.
Verse: 17    
καὶ εἶπεν τοῖς κορασίοις ᾽Ενέγκατε δή μοι ἔλαιον καὶ σμῆγμα καὶ τὰς ϑύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.
Verse: 18    
καὶ ἐποίησαν καϑὼς εἶπεν καὶ ἀπέκλεισαν τὰς ϑύρας τοῦ παραδείσου καὶ ἐξῆλϑαν κατὰ τὰς πλαγίας ϑύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους, ὅτι ἦσαν κεκρυμμένοι.
Verse: 19    
καὶ ἐγένετο ὡς ἐξήλϑοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ
Verse: 20    
καὶ εἶπον ᾽Ιδοὺ αἱ ϑύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς ϑεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιϑυμίᾳ σού ἐσμεν· διὸ συγκατάϑου ἡμῖν καὶ γενοῦ μεϑ' ἡμῶν·
Verse: 21    
εἰ δὲ μή, καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ.
Verse: 22    
καὶ ἀνεστέναξεν Σουσαννα καὶ εἶπεν Στενά μοι πάντοϑεν· ἐάν τε γὰρ τοῦτο πράξω, ϑάνατός μοί ἐστιν, ἐάν τε μὴ πράξω, οὐκ ἐκϕεύξομαι τὰς χεῖρας ὑμῶν·
Verse: 23    
αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἁμαρτεῖν ἐνώπιον κυρίου.
Verse: 24    
καὶ ἀνεβόησεν ϕωνῇ μεγάλῃ Σουσαννα, ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς.
Verse: 25    
καὶ δραμὼν εἷς ἤνοιξεν τὰς ϑύρας τοῦ παραδείσου.
Verse: 26    
ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας ϑύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ.
Verse: 27    
ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν, κατῃσχύνϑησαν οἱ δοῦλοι σϕόδρα, ὅτι πώποτε οὐκ ἐρρέϑη λόγος τοιοῦτος περὶ Σουσαννης.
Verse: 28    
Καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλϑεν λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ιωακιμ, ἦλϑον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσαννης τοῦ ϑανατῶσαι αὐτὴν
Verse: 29    
καὶ εἶπαν ἔμπροσϑεν τοῦ λαοῦ ᾽Αποστείλατε ἐπὶ Σουσανναν ϑυγατέρα Χελκιου, ἐστιν γυνὴ Ιωακιμ· οἱ δὲ ἀπέστειλαν.
Verse: 30    
καὶ ἦλϑεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς·
Verse: 31    
δὲ Σουσαννα ἦν τρυϕερὰ σϕόδρα καὶ καλὴ τῷ εἴδει.
Verse: 32    
οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυϕϑῆναι αὐτήν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησϑῶσιν τοῦ κάλλους αὐτῆς·
Verse: 33    
ἔκλαιον δὲ οἱ παρ' αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν.
Verse: 34    
ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔϑηκαν τὰς χεῖρας ἐπὶ τὴν κεϕαλὴν αὐτῆς·
Verse: 35    
δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ὅτι ἦν καρδία αὐτῆς πεποιϑυῖα ἐπὶ τῷ κυρίῳ.
Verse: 36    
εἶπαν δὲ οἱ πρεσβῦται Περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλϑεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισεν τὰς ϑύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας·
Verse: 37    
καὶ ἦλϑεν πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετ' αὐτῆς.
Verse: 38    
ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ' αὐτούς·
Verse: 39    
καὶ ἰδόντες συγγινομένους αὐτοὺς ἐκείνου μὲν οὐκ ἠδυνήϑημεν ἐγκρατεῖς γενέσϑαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς ϑύρας ἐκπεπηδηκέναι,
Verse: 40    
ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν, τίς ἦν νεανίσκος,
Verse: 41    
καὶ οὐκ ἠϑέλησεν ἀναγγεῖλαι ἡμῖν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποϑανεῖν.
Verse: 42    
ἀνεβόησεν δὲ ϕωνῇ μεγάλῃ Σουσαννα καὶ εἶπεν ῾Ο ϑεὸς αἰώνιος τῶν κρυπτῶν γνώστης εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν,
Verse: 43    
σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποϑνῄσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατ' ἐμοῦ.
Verse: 44    
Καὶ εἰσήκουσεν κύριος τῆς ϕωνῆς αὐτῆς.
Verse: 45    
καὶ ἀπαγομένης αὐτῆς ἀπολέσϑαι ἐξήγειρεν ϑεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου, ὄνομα Δανιηλ,
Verse: 46    
καὶ ἐβόησεν ϕωνῇ μεγάλῃ Καϑαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.
Verse: 47    
ἐπέστρεψεν δὲ πᾶς λαὸς πρὸς αὐτὸν καὶ εἶπαν Τίς λόγος οὗτος, ὃν σὺ λελάληκας;
Verse: 48    
δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, οἱ υἱοὶ Ισραηλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαϕὲς ἐπιγνόντες κατεκρίνατε ϑυγατέρα Ισραηλ;
Verse: 49    
ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς.
Verse: 50    
καὶ ἀνέστρεψεν πᾶς λαὸς μετὰ σπουδῆς. καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι Δεῦρο κάϑισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν· ὅτι σοὶ δέδωκεν ϑεὸς τὸ πρεσβεῖον.
Verse: 51    
καὶ εἶπεν πρὸς αὐτοὺς Δανιηλ Διαχωρίσατε αὐτοὺς ἀπ' ἀλλήλων μακράν, καὶ ἀνακρινῶ αὐτούς.
Verse: 52    
ὡς δὲ διεχωρίσϑησαν εἷς ἀπὸ τοῦ ἑνός, ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν Πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον
Verse: 53    
κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀϑῴους κατακρίνων ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ κυρίου ᾽Αϑῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·
Verse: 54    
νῦν οὖν ταύτην εἴπερ εἶδες, εἰπόν ῾Υπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; δὲ εἶπεν ῾Υπὸ σχῖνον.
Verse: 55    
εἶπεν δὲ Δανιηλ ᾽Ορϑῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεϕαλήν· ἤδη γὰρ ἄγγελος τοῦ ϑεοῦ λαβὼν ϕάσιν παρὰ τοῦ ϑεοῦ σχίσει σε μέσον.
Verse: 56    
καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ Σπέρμα Χανααν καὶ οὐκ Ιουδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἐπιϑυμία διέστρεψεν τὴν καρδίαν σου·
Verse: 57    
οὕτως ἐποιεῖτε ϑυγατράσιν Ισραηλ, καὶ ἐκεῖναι ϕοβούμεναι ὡμίλουν ὑμῖν, ἀλλ' οὐ ϑυγάτηρ Ιουδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν·
Verse: 58    
νῦν οὖν λέγε μοι ῾Υπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; δὲ εἶπεν ῾Υπὸ πρῖνον.
Verse: 59    
εἶπεν δὲ αὐτῷ Δανιηλ ᾽Ορϑῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεϕαλήν· μένει γὰρ ἄγγελος τοῦ ϑεοῦ τὴν ῥομϕαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολεϑρεύσῃ ὑμᾶς.
Verse: 60    
καὶ ἀνεβόησεν πᾶσα συναγωγὴ ϕωνῇ μεγάλῃ καὶ εὐλόγησαν τῷ ϑεῷ τῷ σῴζοντι τοὺς ἐλπίζοντας ἐπ' αὐτόν.
Verse: 61    
καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιηλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας, καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον,
Verse: 62    
ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ, καὶ ἀπέκτειναν αὐτούς· καὶ ἐσώϑη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 63    
Χελκιας δὲ καὶ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν ϑεὸν περὶ τῆς ϑυγατρὸς αὐτῶν Σουσαννας μετὰ Ιωακιμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων, ὅτι οὐχ εὑρέϑη ἐν αὐτῇ ἄσχημον πρᾶγμα.
Verse: 64    
καὶ Δανιηλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.