TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1165
Previous part

Book: Sus. 
ΣΟΥΣΑΝΝΑ (S)


Verse: 6    ............ // καὶ ἤρχοντο κρίσεις ἐξ ἄλλων πόλεων πρὸς αὐτούς.
Verse: 7    
οὗτοι ἰδόντες γυναῖκα ἀστείαν τῷ εἴδει, γυναῖκα ἀδελϕοῦ αὐτῶν ἐκ τῶν υἱῶν Ισραηλ, ὄνομα Σουσανναν ϑυγατέρα Χελκιου γυναῖκα Ιωακιμ, περιπατοῦσαν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς τὸ δειλινὸν καὶ ἐπιϑυμήσαντες αὐτῆς
Verse: 9    
διέστρεψαν τὸν νοῦν αὐτῶν καὶ ἐξέκλιναν τοὺς ὀϕϑαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων.
Verse: 10    
καὶ ἀμϕότεροι ἦσαν κατανενυγμένοι περὶ αὐτῆς, καὶ ἕτερος τῷ ἑτέρῳ οὐ προσεποιεῖτο τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ αὐτῆς, οὐδὲ γυνὴ ἔγνω τὸ πρᾶγμα τοῦτο.
Verse: 12    
καὶ ὡς ἐγίνετο ὄρϑρος, ἐρχόμενοι ἔκλεπτον ἀλλήλους σπεύδοντες, τίς ϕανήσεται αὐτῇ πρότερος καὶ λαλήσει πρὸς αὐτήν.
Verse: 13    
καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωϑὸς περιεπάτει, καὶ εἷς τῶν πρεσβυτέρων ἐληλύϑει, καὶ ἰδοὺ ἕτερος παρεγένετο, καὶ εἷς τὸν ἕτερον ἀνέκρινε λέγων Τί σὺ οὕτως ὄρϑρου ἐξῆλϑες οὐ παραλαβών με; καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ.
Verse: 19    
καὶ εἶπεν εἷς τῷ ἑτέρῳ Πορευϑῶμεν πρὸς αὐτήν· καὶ συνϑέμενοι προσήλϑοσαν αὐτῇ καὶ ἐξεβιάζοντο αὐτήν.
Verse: 22    
καὶ εἶπεν αὐτοῖς Ιουδαία Οἶδα ὅτι ἐὰν πράξω τοῦτο, ϑάνατός μοί ἐστι, καὶ ἐὰν μὴ πράξω, οὐκ ἐκϕεύξομαι τὰς χεῖρας ὑμῶν·
Verse: 23    
κάλλιον δέ με μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἁμαρτεῖν ἐνώπιον κυρίου.
Verse: 28    
Οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν ἀπειλοῦντες ἐν ἑαυτοῖς καὶ ἐνεδρεύοντες ἵνα ϑανατώσουσιν αὐτήν· καὶ ἐλϑόντες ἐπὶ τὴν συναγωγὴν τῆς πόλεως, οὗ παρῳκοῦσαν, καὶ συνήδρευσαν οἱ ὄντες ἐκεῖ πάντες οἱ υἱοὶ Ισραηλ·
Verse: 29    
καὶ ἀναστάντες οἱ δύο πρεσβύτεροι καὶ κριταὶ εἶπαν ᾽Αποστείλατε ἐπὶ Σουσανναν ϑυγατέρα Χελκιου, ἥτις ἐστὶ γυνὴ Ιωακιμ· οἱ δὲ εὐϑέως ἐκάλεσαν αὐτήν.
Verse: 30    
ὡς δὲ παρεγενήϑη γυνὴ σὺν τῷ πατρὶ ἑαυτῆς καὶ τῇ μητρί, καὶ οἱ παῖδες καὶ αἱ παιδίσκαι αὐτῆς ὄντες τὸν ἀριϑμὸν πεντακόσιοι παρεγένοντο καὶ τὰ παιδία Σουσαννας τέσσαρα·
Verse: 31    
ἦν δὲ γυνὴ τρυϕερὰ σϕόδρα.
Verse: 32    
καὶ προσέταξαν οἱ παράνομοι ἀποκαλύψαι αὐτήν, ἵνα ἐμπλησϑῶσι κάλλους ἐπιϑυμίας αὐτῆς·
Verse: 33    
καὶ ἐκλαίοσαν οἱ παρ' αὐτῆς πάντες καὶ ὅσοι αὐτὴν ᾔδεισαν πάντες.
Verse: 34    
ἀναστάντες δὲ οἱ πρεσβύτεροι καὶ κριταὶ ἐπέϑηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τῆς κεϕαλῆς αὐτῆς·
Verse: 35    
δὲ καρδία αὐτῆς ἐπεποίϑει ἐπὶ κυρίῳ τῷ ϑεῷ αὐτῆς, καὶ ἀνακύψασα ἔκλαυσεν ἐν ἑαυτῇ λέγουσα
Verse: 35a    
Κύριε ϑεὸς αἰώνιος εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ οἶδας ὅτι οὐκ ἐποίησα πονηρεύονται οἱ ἄνομοι οὗτοι ἐπ' ἐμοί. καὶ εἰσήκουσε κύριος τῆς δεήσεως αὐτῆς.
Verse: 36    
οἱ δὲ δύο πρεσβύτεροι εἶπαν ῾Ημεῖς περιεπατοῦμεν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς
Verse: 37    
καὶ κυκλοῦντες τὸ στάδιον εἴδομεν ταύτην ἀναπαυομένην μετὰ ἀνδρὸς καὶ στάντες ἐϑεωροῦμεν αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις,
Verse: 38    
καὶ αὐτοὶ οὐκ ᾔδεισαν ὅτι εἱστήκειμεν. τότε συνειπάμεϑα ἀλλήλοις λέγοντες Μάϑωμεν τίνες εἰσὶν οὗτοι.
Verse: 39    
καὶ προσελϑόντες ἐπέγνωμεν αὐτήν, δὲ νεανίσκος ἔϕυγε συγκεκαλυμμένος,
Verse: 40    
ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν αὐτήν Τίς ἄνϑρωπος;
Verse: 41    
καὶ οὐκ ἀπήγγειλεν ἡμῖν, τίς ἦν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς συναγωγὴ πᾶσα ὡς πρεσβυτέρων ὄντων καὶ κριτῶν τοῦ λαοῦ.
Verse: 44    
Καὶ ἰδοὺ ἄγγελος κυρίου ἐκείνης ἐξαγομένης ἀπολέσϑαι, καὶ ἔδωκεν ἄγγελος, καϑὼς προσετάγη, πνεῦμα συνέσεως νεωτέρῳ ὄντι Δανιηλ.
Verse: 48    
διαστείλας δὲ Δανιηλ τὸν ὄχλον καὶ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, υἱοὶ Ισραηλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαϕὲς ἐπιγνόντες ἀπεκρίνατε ϑυγατέρα Ισραηλ;
Verse: 51    
καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπ' ἀλλήλων μακράν, ἵνα ἐτάσω αὐτούς.
Verse: 52    
ὡς δὲ διεχωρίσϑησαν, εἶπεν Δανιηλ τῇ συναγωγῇ Νῦν μὴ βλέψητε ὅτι οὗτοί εἰσι πρεσβύτεροι, λέγοντες Οὐ μὴ ψεύσωνται· ἀλλὰ ἀνακρινῶ αὐτοὺς κατὰ τὰ ὑποπίπτοντά μοι. καὶ ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ προσήγαγον τὸν πρεσβύτερον τῷ νεωτέρῳ, καὶ εἶπεν αὐτῷ Δανιηλ ῎Ακουε ἄκουε, πεπαλαιωμένε ἡμερῶν κακῶν· νῦν ἥκασί σου αἱ ἁμαρτίαι, ἃς ἐποίεις τὸ πρότερον
Verse: 53    
πιστευϑεὶς ἀκούειν καὶ κρίνειν κρίσεις ϑάνατον ἐπιϕερούσας καὶ τὸν μὲν ἀϑῷον κατέκρινας, τοὺς δὲ ἐνόχους ἠϕίεις, τοῦ κυρίου λέγοντος ᾽Αϑῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·
Verse: 54    
νῦν οὖν ὑπὸ τί δένδρον καὶ ποταπῷ τοῦ παραδείσου τόπῳ ἑώρακας αὐτοὺς ὄντας σὺν ἑαυτοῖς; καὶ εἶπεν ἀσεβής ῾Υπὸ σχῖνον.
Verse: 55    
εἶπεν δὲ νεώτερος ᾽Ορϑῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ ψυχήν· γὰρ ἄγγελος κυρίου σχίσει σου τὴν ψυχὴν σήμερον.
Verse: 56    
καὶ τοῦτον μεταστήσας εἶπε προσαγαγεῖν αὐτῷ τὸν ἕτερον· καὶ τούτῳ δὲ εἶπεν Διὰ τί διεστραμμένον τὸ σπέρμα σου, ὡς Σιδῶνος καὶ οὐχ ὡς Ιουδα; τὸ κάλλος σε ἠπάτησεν, μιαρὰ ἐπιϑυμία·
Verse: 57    
καὶ οὕτως ἐποιεῖτε ϑυγατράσιν Ισραηλ, καὶ ἐκεῖναι ϕοβούμεναι ὡμιλοῦσαν ὑμῖν, ἀλλ' οὐ ϑυγάτηρ Ιουδα ὑπέμεινε τὴν νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν·
Verse: 58    
νῦν οὖν λέγε μοι ῾Υπὸ τί δένδρον καὶ ἐν ποίῳ τοῦ κήπου τόπῳ κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; δὲ εἶπεν ῾Υπὸ πρῖνον.
Verse: 59    
καὶ εἶπεν Δανιηλ ῾Αμαρτωλέ, νῦν ἄγγελος κυρίου τὴν ῥομϕαίαν ἕστηκεν ἔχων, ἕως λαὸς ἐξολεϑρεύσει ὑμᾶς, ἵνα καταπρίσῃ σε.
Verse: 60-62    
καὶ πᾶσα συναγωγὴ ἀνεβόησεν ἐπὶ τῷ νεωτέρῳ, ὡς ἐκ τοῦ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμϕοτέρους ψευδομάρτυρας· καὶ ὡς νόμος διαγορεύει, ἐποίησαν αὐτοῖς, καϑὼς ἐπονηρεύσαντο κατὰ τῆς ἀδελϕῆς. καὶ ἐϕίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν εἰς ϕάραγγα· τότε ἄγγελος κυρίου ἔρριψε πῦρ διὰ μέσου αὐτῶν. καὶ ἐσώϑη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 63    
Διὰ τοῦτο οἱ νεώτεροι ἀγαπητοὶ Ιακωβ ἐν τῇ ἁπλότητι αὐτῶν. καὶ ἡμεῖς ϕυλασσώμεϑα εἰς υἱοὺς δυνατοὺς νεωτέρους· εὐσεβήσουσι γὰρ νεώτεροι, καὶ ἔσται ἐν αὐτοῖς πνεῦμα ἐπιστήμης καὶ συνέσεως εἰς αἰῶνα αἰῶνος. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.