TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1153
Previous part

Chapter: 37 
Verse: 1    Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου, καὶ ἐξήγαγέν με ἐν πνεύματι κύριος καὶ ἔϑηκέν με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνϑρωπίνων·
Verse: 2    
καὶ περιήγαγέν με ἐπ' αὐτὰ κυκλόϑεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σϕόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σϕόδρα.
Verse: 3    
καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; καὶ εἶπα Κύριε, σὺ ἐπίστῃ ταῦτα.
Verse: 4    
καὶ εἶπεν πρός με Προϕήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον κυρίου
Verse: 5    
Τάδε λέγει κύριος τοῖς ὀστέοις τούτοις ᾽Ιδοὺ ἐγὼ ϕέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς
Verse: 6    
καὶ δώσω ἐϕ' ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐϕ' ὑμᾶς σάρκας καὶ ἐκτενῶ ἐϕ' ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσϑε· καὶ γνώσεσϑε ὅτι ἐγώ εἰμι κύριος.
Verse: 7    
καὶ ἐπροϕήτευσα καϑὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προϕητεῦσαι καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ.
Verse: 8    
καὶ εἶδον καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐϕύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς.
Verse: 9    
καὶ εἶπεν πρός με Προϕήτευσον, υἱὲ ἀνϑρώπου, προϕήτευσον ἐπὶ τὸ πνεῦμα καὶ εἰπὸν τῷ πνεύματι Τάδε λέγει κύριος ᾽Εκ τῶν τεσσάρων πνευμάτων ἐλϑὲ καὶ ἐμϕύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν.
Verse: 10    
καὶ ἐπροϕήτευσα καϑότι ἐνετείλατό μοι· καὶ εἰσῆλϑεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σϕόδρα.
Verse: 11    
καὶ ἐλάλησεν κύριος πρός με λέγων Υἱὲ ἀνϑρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ισραηλ ἐστίν, καὶ αὐτοὶ λέγουσιν Ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἐλπὶς ἡμῶν, διαπεϕωνήκαμεν.
Verse: 12    
διὰ τοῦτο προϕήτευσον καὶ εἰπόν Τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἀνοίγω ὑμῶν τὰ μνήματα καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ισραηλ,
Verse: 13    
καὶ γνώσεσϑε ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάϕους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάϕων τὸν λαόν μου.
Verse: 14    
καὶ δώσω τὸ πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσϑε, καὶ ϑήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσϑε ὅτι ἐγὼ κύριος λελάληκα καὶ ποιήσω, λέγει κύριος.
Verse: 15    
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 16    
Υἱὲ ἀνϑρώπου, λαβὲ σεαυτῷ ῥάβδον καὶ γράψον ἐπ' αὐτὴν τὸν Ιουδαν καὶ τοὺς υἱοὺς Ισραηλ τοὺς προσκειμένους ἐπ' αὐτόν· καὶ ῥάβδον δευτέραν λήμψῃ σεαυτῷ καὶ γράψεις αὐτήν Τῷ Ιωσηϕ, ῥάβδον Εϕραιμ καὶ πάντας τοὺς υἱοὺς Ισραηλ τοὺς προστεϑέντας πρὸς αὐτόν.
Verse: 17    
καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ῥάβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ χειρί σου.
Verse: 18    
καὶ ἔσται ὅταν λέγωσιν πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστιν ταῦτά σοι;
Verse: 19    
καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ λήμψομαι τὴν ϕυλὴν Ιωσηϕ τὴν διὰ χειρὸς Εϕραιμ καὶ τὰς ϕυλὰς Ισραηλ τὰς προσκειμένας πρὸς αὐτὸν καὶ δώσω αὐτοὺς ἐπὶ τὴν ϕυλὴν Ιουδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν ἐν τῇ χειρὶ Ιουδα.
Verse: 20    
καὶ ἔσονται αἱ ῥάβδοι, ἐϕ' αἷς σὺ ἔγραψας ἐπ' αὐταῖς, ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν,
Verse: 21    
καὶ ἐρεῖς αὐτοῖς Τάδε λέγει κύριος κύριος ᾽Ιδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ισραηλ ἐκ μέσου τῶν ἐϑνῶν, οὗ εἰσήλϑοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ισραηλ·
Verse: 22    
καὶ δώσω αὐτοὺς εἰς ἔϑνος ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν Ισραηλ, καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔϑνη οὐδὲ μὴ διαιρεϑῶσιν οὐκέτι εἰς δύο βασιλείας,
Verse: 23    
ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν. καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καϑαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς ϑεόν.
Verse: 24    
καὶ δοῦλός μου Δαυιδ ἄρχων ἐν μέσῳ αὐτῶν, καὶ ποιμὴν εἷς ἔσται πάντων· ὅτι ἐν τοῖς προστάγμασίν μου πορεύσονται καὶ τὰ κρίματά μου ϕυλάξονται καὶ ποιήσουσιν αὐτά.
Verse: 25    
καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ιακωβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν· καὶ κατοικήσουσιν ἐπ' αὐτῆς αὐτοί, καὶ Δαυιδ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα.
Verse: 26    
καὶ διαϑήσομαι αὐτοῖς διαϑήκην εἰρήνης, διαϑήκη αἰωνία ἔσται μετ' αὐτῶν· καὶ ϑήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.
Verse: 27    
καὶ ἔσται κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς ϑεός, καὶ αὐτοί μου ἔσονται λαός.
Verse: 28    
καὶ γνώσονται τὰ ἔϑνη ὅτι ἐγώ εἰμι κύριος ἁγιάζων αὐτοὺς ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.