TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1130
Previous part

Chapter: 14 
Verse: 1    Καὶ ἦλϑον πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ Ισραηλ καὶ ἐκάϑισαν πρὸ προσώπου μου.
Verse: 2    
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 3    
Υἱὲ ἀνϑρώπου, οἱ ἄνδρες οὗτοι ἔϑεντο τὰ διανοήματα αὐτῶν ἐπὶ τὰς καρδίας αὐτῶν καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν ἔϑηκαν πρὸ προσώπου αὐτῶν· εἰ ἀποκρινόμενος ἀποκριϑῶ αὐτοῖς;
Verse: 4    
διὰ τοῦτο λάλησον αὐτοῖς καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος ῎Ανϑρωπος ἄνϑρωπος ἐκ τοῦ οἴκου Ισραηλ, ὃς ἂν ϑῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλϑῃ πρὸς τὸν προϕήτην, ἐγὼ κύριος ἀποκριϑήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται διάνοια αὐτοῦ,
Verse: 5    
ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ισραηλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ' ἐμοῦ ἐν τοῖς ἐνϑυμήμασιν αὐτῶν.
Verse: 6    
διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ Τάδε λέγει κύριος κύριος ᾽Επιστράϕητε καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν.
Verse: 7    
διότι ἄνϑρωπος ἄνϑρωπος ἐκ τοῦ οἴκου Ισραηλ καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ Ισραηλ, ὃς ἂν ἀπαλλοτριωϑῇ ἀπ' ἐμοῦ καὶ ϑῆται τὰ ἐνϑυμήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλϑῃ πρὸς τὸν προϕήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοί, ἐγὼ κύριος ἀποκριϑήσομαι αὐτῷ ἐν ἐνέχεται ἐν αὐτῷ·
Verse: 8    
καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνϑρωπον ἐκεῖνον καὶ ϑήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀϕανισμὸν καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου· καὶ ἐπιγνώσεσϑε ὅτι ἐγὼ κύριος.
Verse: 9    
καὶ προϕήτης ἐὰν πλανηϑῇ καὶ λαλήσῃ, ἐγὼ κύριος πεπλάνηκα τὸν προϕήτην ἐκεῖνον καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ' αὐτὸν καὶ ἀϕανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ισραηλ.
Verse: 10    
καὶ λήμψονται τὴν ἀδικίαν αὐτῶν· κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προϕήτῃ ἔσται,
Verse: 11    
ὅπως μὴ πλανᾶται ἔτι οἶκος τοῦ Ισραηλ ἀπ' ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσιν τοῖς παραπτώμασιν αὐτῶν· καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεόν, λέγει κύριος.
Verse: 12    
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 13    
Υἱὲ ἀνϑρώπου, γῆ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ' αὐτὴν καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου καὶ ἐξαποστελῶ ἐπ' αὐτὴν λιμὸν καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνϑρωπον καὶ κτήνη,
Verse: 14    
καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νωε καὶ Δανιηλ καὶ Ιωβ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωϑήσονται, λέγει κύριος.
Verse: 15    
ἐὰν καὶ ϑηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀϕανισμὸν καὶ οὐκ ἔσται διοδεύων ἀπὸ προσώπου τῶν ϑηρίων,
Verse: 16    
καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσι, ζῶ ἐγώ, λέγει κύριος, εἰ υἱοὶ ϑυγατέρες σωϑήσονται, ἀλλ' αὐτοὶ μόνοι σωϑήσονται, δὲ γῆ ἔσται εἰς ὄλεϑρον.
Verse: 17    
καὶ ῥομϕαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γῆν ἐκείνην καὶ εἴπω ῾Ρομϕαία διελϑάτω διὰ τῆς γῆς, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνϑρωπον καὶ κτῆνος,
Verse: 18    
καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει κύριος, οὐ μὴ ῥύσωνται υἱοὺς οὐδὲ ϑυγατέρας, αὐτοὶ μόνοι σωϑήσονται.
Verse: 19    
καὶ ϑάνατον ἐπαποστείλω ἐπὶ τὴν γῆν ἐκείνην καὶ ἐκχεῶ τὸν ϑυμόν μου ἐπ' αὐτὴν ἐν αἵματι τοῦ ἐξολεϑρεῦσαι ἐξ αὐτῆς ἄνϑρωπον καὶ κτῆνος,
Verse: 20    
καὶ Νωε καὶ Δανιηλ καὶ Ιωβ ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει κύριος, ἐὰν υἱοὶ ϑυγατέρες ὑπολειϕϑῶσιν, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν.
Verse: 21    
τάδε λέγει κύριος ᾽Εὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς, ῥομϕαίαν καὶ λιμὸν καὶ ϑηρία πονηρὰ καὶ ϑάνατον, ἐξαποστείλω ἐπὶ Ιερουσαλημ τοῦ ἐξολεϑρεῦσαι ἐξ αὐτῆς ἄνϑρωπον καὶ κτῆνος
Verse: 22    
καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασεσῳσμένοι αὐτῆς, οἳ ἐξάγουσιν ἐξ αὐτῆς υἱοὺς καὶ ϑυγατέρας, ἰδοὺ αὐτοὶ ἐκπορεύονται πρὸς ὑμᾶς, καὶ ὄψεσϑε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνϑυμήματα αὐτῶν καὶ μεταμεληϑήσεσϑε ἐπὶ τὰ κακά, ἐπήγαγον ἐπὶ Ιερουσαλημ, πάντα τὰ κακὰ ἐπήγαγον ἐπ' αὐτήν,
Verse: 23    
καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσϑε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνϑυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσϑε διότι οὐ μάτην πεποίηκα πάντα, ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.