TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1129
Previous part

Chapter: 13 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, προϕήτευσον ἐπὶ τοὺς προϕήτας τοῦ Ισραηλ καὶ προϕητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς ᾽Ακούσατε λόγον κυρίου
Verse: 3    
Τάδε λέγει κύριος Οὐαὶ τοῖς προϕητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καϑόλου μὴ βλέπουσιν.
Verse: 4    
οἱ προϕῆταί σου, Ισραηλ, ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις·
Verse: 5    
οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ, οὐκ ἀνέστησαν οἱ λέγοντες ᾽Εν ἡμέρᾳ κυρίου·
Verse: 6    
βλέποντες ψευδῆ, μαντευόμενοι μάταια οἱ λέγοντες Λέγει κύριος, καὶ κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον.
Verse: 7    
οὐχ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε;
Verse: 8    
διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος ᾽Ανϑ' ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐϕ' ὑμᾶς, λέγει κύριος,
Verse: 9    
καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προϕήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποϕϑεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται οὐδὲ ἐν γραϕῇ οἴκου Ισραηλ οὐ γραϕήσονται καὶ εἰς τὴν γῆν τοῦ Ισραηλ οὐκ εἰσελεύσονται· καὶ γνώσονται διότι ἐγὼ κύριος.
Verse: 10    
ἀνϑ' ὧν τὸν λαόν μου ἐπλάνησαν λέγοντες Εἰρήνη εἰρήνη, καὶ οὐκ ἦν εἰρήνη, καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείϕουσιν αὐτόν, εἰ πεσεῖται,
Verse: 11    
εἰπὸν πρὸς τοὺς ἀλείϕοντας Πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίϑους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ῥαγήσεται.
Verse: 12    
καὶ ἰδοὺ πέπτωκεν τοῖχος, καὶ οὐκ ἐροῦσιν πρὸς ὑμᾶς Ποῦ ἐστιν ἀλοιϕὴ ὑμῶν, ἣν ἠλείψατε;
Verse: 13    
διὰ τοῦτο τάδε λέγει κύριος Καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ ϑυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται, καὶ τοὺς λίϑους τοὺς πετροβόλους ἐν ϑυμῷ ἐπάξω εἰς συντέλειαν
Verse: 14    
καὶ κατασκάψω τὸν τοῖχον, ὃν ἠλείψατε, καὶ πεσεῖται· καὶ ϑήσω αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἀποκαλυϕϑήσεται τὰ ϑεμέλια αὐτοῦ, καὶ πεσεῖται, καὶ συντελεσϑήσεσϑε μετ' ἐλέγχων· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος.
Verse: 15    
καὶ συντελέσω τὸν ϑυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείϕοντας αὐτόν, καὶ πεσεῖται. καὶ εἶπα πρὸς ὑμᾶς Οὐκ ἔστιν τοῖχος οὐδὲ οἱ ἀλείϕοντες αὐτὸν
Verse: 16    
προϕῆται τοῦ Ισραηλ οἱ προϕητεύοντες ἐπὶ Ιερουσαλημ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ εἰρήνη οὐκ ἔστιν, λέγει κύριος.
Verse: 17    
καὶ σύ, υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς ϑυγατέρας τοῦ λαοῦ σου τὰς προϕητευούσας ἀπὸ καρδίας αὐτῶν καὶ προϕήτευσον ἐπ' αὐτὰς
Verse: 18    
καὶ ἐρεῖς Τάδε λέγει κύριος Οὐαὶ ταῖς συρραπτούσαις προσκεϕάλαια ἐπὶ πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεϕαλὴν πάσης ἡλικίας τοῦ διαστρέϕειν ψυχάς· αἱ ψυχαὶ διεστράϕησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο.
Verse: 19    
καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριϑῶν καὶ ἕνεκεν κλασμάτων ἄρτου τοῦ ἀποκτεῖναι ψυχάς, ἃς οὐκ ἔδει ἀποϑανεῖν, καὶ τοῦ περιποιήσασϑαι ψυχάς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποϕϑέγγεσϑαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποϕϑέγματα.
Verse: 20    
διὰ τοῦτο τάδε λέγει κύριος κύριος ᾽Ιδοὺ ἐγὼ ἐπὶ τὰ προσκεϕάλαια ὑμῶν, ἐϕ' ὑμεῖς συστρέϕετε ἐκεῖ ψυχάς, καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν καὶ ἐξαποστελῶ τὰς ψυχάς, ἃς ὑμεῖς ἐκστρέϕετε τὰς ψυχὰς αὐτῶν, εἰς διασκορπισμόν·
Verse: 21    
καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροϕήν· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος.
Verse: 22    
ἀνϑ' ὧν διεστρέϕετε καρδίαν δικαίου ἀδίκως καὶ ἐγὼ οὐ διέστρεϕον αὐτὸν καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καϑόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν,
Verse: 23    
διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησϑε ἔτι, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν· καὶ γνώσεσϑε ὅτι ἐγὼ κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.