TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1121
Previous part

Chapter: 5 
Verse: 1    καὶ σύ, υἱὲ ἀνϑρώπου, λαβὲ σεαυτῷ ῥομϕαίαν ὀξεῖαν ὑπὲρ ξυρὸν κουρέως· κτήσῃ αὐτὴν σεαυτῷ καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεϕαλήν σου καὶ ἐπὶ τὸν πώγωνά σου. καὶ λήμψῃ ζυγὸν σταϑμίων καὶ διαστήσεις αὐτούς·
Verse: 2    
τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέσῃ τῇ πόλει κατὰ τὴν πλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ· καὶ λήμψῃ τὸ τέταρτον καὶ κατακαύσεις αὐτὸ ἐν μέσῳ αὐτῆς· καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομϕαίᾳ κύκλῳ αὐτῆς· καὶ τὸ τέταρτον διασκορπίσεις τῷ πνεύματι, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.
Verse: 3    
καὶ λήμψῃ ἐκεῖϑεν ὀλίγους ἐν ἀριϑμῷ καὶ συμπεριλήμψῃ αὐτοὺς τῇ ἀναβολῇ σου.
Verse: 4    
καὶ ἐκ τούτων λήμψῃ ἔτι καὶ ῥίψεις αὐτοὺς εἰς μέσον τοῦ πυρὸς καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτῆς ἐξελεύσεται πῦρ. Καὶ ἐρεῖς παντὶ οἴκῳ Ισραηλ
Verse: 5    
Τάδε λέγει κύριος Αὕτη Ιερουσαλημ ἐν μέσῳ τῶν ἐϑνῶν τέϑεικα αὐτὴν καὶ τὰς κύκλῳ αὐτῆς χώρας.
Verse: 6    
καὶ ἐρεῖς τὰ δικαιώματά μου τῇ ἀνόμῳ ἐκ τῶν ἐϑνῶν καὶ τὰ νόμιμά μου ἐκ τῶν χωρῶν τῶν κύκλῳ αὐτῆς, διότι τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύϑησαν ἐν αὐτοῖς.
Verse: 7    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ανϑ' ὧν ἀϕορμὴ ὑμῶν ἐκ τῶν ἐϑνῶν τῶν κύκλῳ ὑμῶν καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύϑητε καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε, ἀλλ' οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐϑνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε,
Verse: 8    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐϑνῶν
Verse: 9    
καὶ ποιήσω ἐν σοὶ οὐ πεποίηκα καὶ οὐ ποιήσω ὅμοια αὐτοῖς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου.
Verse: 10    
διὰ τοῦτο πατέρες ϕάγονται τέκνα ἐν μέσῳ σου, καὶ τέκνα ϕάγονται πατέρας· καὶ ποιήσω ἐν σοὶ κρίματα καὶ διασκορπιῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον.
Verse: 11    
διὰ τοῦτο Ζῶ ἐγώ, λέγει κύριος, εἰ μὴ ἀνϑ' ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσιν τοῖς βδελύγμασίν σου, κἀγὼ ἀπώσομαί σε, οὐ ϕείσεταί μου ὀϕϑαλμός, κἀγὼ οὐκ ἐλεήσω.
Verse: 12    
τὸ τέταρτόν σου ἐν ϑανάτῳ ἀναλωϑήσεται· καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσϑήσεται ἐν μέσῳ σου· καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτούς· καὶ τὸ τέταρτόν σου ἐν ῥομϕαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.
Verse: 13    
καὶ συντελεσϑήσεται ϑυμός μου καὶ ὀργή μου ἐπ' αὐτούς, καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος λελάληκα ἐν ζήλῳ μου ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ' αὐτούς.
Verse: 14    
καὶ ϑήσομαί σε εἰς ἔρημον καὶ τὰς ϑυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος,
Verse: 15    
καὶ ἔσῃ στενακτὴ καὶ δηλαϊστὴ ἐν τοῖς ἔϑνεσιν τοῖς κύκλῳ σου ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει ϑυμοῦ μου· ἐγὼ κύριος λελάληκα.
Verse: 16    
ἐν τῷ ἐξαποστεῖλαί με τὰς βολίδας μου τοῦ λιμοῦ ἐπ' αὐτοὺς καὶ ἔσονται εἰς ἔκλειψιν, καὶ συντρίψω στήριγμα ἄρτου σου.
Verse: 17    
καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ ϑηρία πονηρὰ καὶ τιμωρήσομαί σε, καὶ ϑάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σέ, καὶ ῥομϕαίαν ἐπάξω ἐπὶ σὲ κυκλόϑεν· ἐγὼ κύριος λελάληκα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.