TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1102
Previous part

Chapter: 49 
Verse: 1    Καὶ προσῆλϑον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ Ιωαναν καὶ Αζαριας υἱὸς Μαασαιου καὶ πᾶς λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου
Verse: 2    
πρὸς Ιερεμιαν τὸν προϕήτην καὶ εἶπαν αὐτῷ Πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου καὶ πρόσευξαι πρὸς κύριον τὸν ϑεόν σου περὶ τῶν καταλοίπων τούτων, ὅτι κατελείϕϑημεν ὀλίγοι ἀπὸ πολλῶν, καϑὼς οἱ ὀϕϑαλμοί σου βλέπουσιν·
Verse: 3    
καὶ ἀναγγειλάτω ἡμῖν κύριος ϑεός σου τὴν ὁδόν, πορευσόμεϑα ἐν αὐτῇ, καὶ λόγον, ὃν ποιήσομεν.
Verse: 4    
καὶ εἶπεν αὐτοῖς Ιερεμιας ῎Ηκουσα, ἰδοὺ ἐγὼ προσεύξομαι πρὸς κύριον τὸν ϑεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν· καὶ ἔσται, λόγος, ὃν ἂν ἀποκριϑήσεται κύριος, ἀναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀϕ' ὑμῶν ῥῆμα.
Verse: 5    
καὶ αὐτοὶ εἶπαν τῷ Ιερεμια ῎Εστω κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστόν, εἰ μὴ κατὰ πάντα τὸν λόγον, ὃν ἂν ἀποστείλῃ σε κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσομεν·
Verse: 6    
καὶ ἐὰν ἀγαϑὸν καὶ ἐὰν κακόν, τὴν ϕωνὴν κυρίου τοῦ ϑεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτόν, ἀκουσόμεϑα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεϑα τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ἡμῶν.
Verse: 7    
καὶ ἐγενήϑη μετὰ δέκα ἡμέρας ἐγενήϑη λόγος κυρίου πρὸς Ιερεμιαν.
Verse: 8    
καὶ ἐκάλεσεν τὸν Ιωαναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ ἕως μεγάλου
Verse: 9    
καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν κύριος
Verse: 10    
᾽Εὰν καϑίσαντες καϑίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καϑέλω καὶ ϕυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω· ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς, οἷς ἐποίησα ὑμῖν.
Verse: 11    
μὴ ϕοβηϑῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς ϕοβεῖσϑε ἀπὸ προσώπου αὐτοῦ· μὴ ϕοβηϑῆτε, ϕησὶν κύριος, ὅτι μεϑ' ὑμῶν ἐγώ εἰμι τοῦ ἐξαιρεῖσϑαι ὑμᾶς καὶ σῴζειν ὑμᾶς ἐκ χειρὸς αὐτοῦ·
Verse: 12    
καὶ δώσω ὑμῖν ἔλεος καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.
Verse: 13    
καὶ εἰ λέγετε ὑμεῖς Οὐ μὴ καϑίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι ϕωνῆς κυρίου,
Verse: 14    
ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεϑα καὶ οὐ μὴ ἴδωμεν πόλεμον καὶ ϕωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν,
Verse: 15    
διὰ τοῦτο ἀκούσατε λόγον κυρίου Οὕτως εἶπεν κύριος ᾽Εὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλϑητε ἐκεῖ κατοικεῖν,
Verse: 16    
καὶ ἔσται, ῥομϕαία, ἣν ὑμεῖς ϕοβεῖσϑε ἀπὸ προσώπου αὐτῆς, εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ λιμός, οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ, καταλήμψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποϑανεῖσϑε.
Verse: 17    
καὶ ἔσονται πάντες οἱ ἄνϑρωποι καὶ πάντες οἱ ἀλλογενεῖς οἱ ϑέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ ἐκλείψουσιν ἐν τῇ ῥομϕαίᾳ καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐϑεὶς σῳζόμενος ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ' αὐτούς.
Verse: 18    
ὅτι οὕτως εἶπεν κύριος Καϑὼς ἔσταξεν ϑυμός μου ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ, οὕτως στάξει ϑυμός μου ἐϕ' ὑμᾶς εἰσελϑόντων ὑμῶν εἰς Αἴγυπτον, καὶ ἔσεσϑε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμὸν καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον,
Verse: 19    
ἐλάλησεν κύριος ἐϕ' ὑμᾶς τοὺς καταλοίπους Ιουδα Μὴ εἰσέλϑητε εἰς Αἴγυπτον. καὶ νῦν γνόντες γνώσεσϑε
Verse: 20    
ὅτι ἐπονηρεύσασϑε ἐν ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες Πρόσευξαι περὶ ἡμῶν πρὸς κύριον, καὶ κατὰ πάντα, ἐὰν λαλήσῃ σοι κύριος, ποιήσομεν.
Verse: 21    
καὶ οὐκ ἠκούσατε τῆς ϕωνῆς κυρίου, ἧς ἀπέστειλέν με πρὸς ὑμᾶς.
Verse: 22    
καὶ νῦν ἐν ῥομϕαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ, οὗ ὑμεῖς βούλεσϑε εἰσελϑεῖν κατοικεῖν ἐκεῖ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.