TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1093
Chapter: 40
Verse: 1
Καὶ
ἐγένετο
λόγος
κυρίου
πρὸς
Ιερεμιαν
δεύτερον
,
καὶ
αὐτὸς
ἦν
ἔτι
δεδεμένος
ἐν
τῇ
αὐλῇ
τῆς
ϕυλακῆς
,
λέγων
Verse: 45
Οὕτως
εἶπεν
κύριος
ποιῶν
γῆν
καὶ
πλάσσων
αὐτὴν
τοῦ
ἀνορϑῶσαι
αὐτήν
,
κύριος
ὄνομα
αὐτῷ
Verse: 46
Κέκραξον
πρός
με
,
καὶ
ἀποκριϑήσομαί
σοι
καὶ
ἀπαγγελῶ
σοι
μεγάλα
καὶ
ἰσχυρά
,
ἃ
οὐκ
ἔγνως
αὐτά
.
Verse: 47
ὅτι
οὕτως
εἶπεν
κύριος
ὁ
ϑεὸς
Ισραηλ
περὶ
οἴκων
τῆς
πόλεως
ταύτης
καὶ
περὶ
οἴκων
βασιλέως
Ιουδα
τῶν
καϑῃρημένων
εἰς
χάρακας
καὶ
προμαχῶνας
Verse: 48
τοῦ
μάχεσϑαι
πρὸς
τοὺς
Χαλδαίους
καὶ
πληρῶσαι
αὐτὴν
τῶν
νεκρῶν
τῶν
ἀνϑρώπων
,
οὓς
ἐπάταξα
ἐν
ὀργῇ
μου
καὶ
ἐν
ϑυμῷ
μου
,
καὶ
ἀπέστρεψα
τὸ
πρόσωπόν
μου
ἀπ
'
αὐτῶν
περὶ
πασῶν
τῶν
πονηριῶν
αὐτῶν
Verse: 49
᾽Ιδοὺ
ἐγὼ
ἀνάγω
αὐτῇ
συνούλωσιν
καὶ
ἴαμα
καὶ
ϕανερώσω
αὐτοῖς
εἰσακούειν
καὶ
ἰατρεύσω
αὐτὴν
καὶ
ποιήσω
αὐτοῖς
εἰρήνην
καὶ
πίστιν
·
Verse: 50
καὶ
ἐπιστρέψω
τὴν
ἀποικίαν
Ιουδα
καὶ
τὴν
ἀποικίαν
Ισραηλ
καὶ
οἰκοδομήσω
αὐτοὺς
καϑὼς
τὸ
πρότερον
·
Verse: 51
καὶ
καϑαριῶ
αὐτοὺς
ἀπὸ
πασῶν
τῶν
ἀδικιῶν
αὐτῶν
,
ὧν
ἡμάρτοσάν
μοι
,
καὶ
οὐ
μὴ
μνησϑήσομαι
ἁμαρτιῶν
αὐτῶν
,
ὧν
ἥμαρτόν
μοι
καὶ
ἀπέστησαν
ἀπ
'
ἐμοῦ
.
Verse: 52
καὶ
ἔσται
εἰς
εὐϕροσύνην
καὶ
εἰς
αἴνεσιν
καὶ
εἰς
μεγαλειότητα
παντὶ
τῷ
λαῷ
τῆς
γῆς
,
οἵτινες
ἀκούσονται
πάντα
τὰ
ἀγαϑά
,
ἃ
ἐγὼ
ποιήσω
,
καὶ
ϕοβηϑήσονται
καὶ
πικρανϑήσονται
περὶ
πάντων
τῶν
ἀγαϑῶν
καὶ
περὶ
πάσης
τῆς
εἰρήνης
,
ἧς
ἐγὼ
ποιήσω
αὐτοῖς
.
Verse: 53
οὕτως
εἶπεν
κύριος
῎Ετι
ἀκουσϑήσεται
ἐν
τῷ
τόπῳ
τούτῳ
,
ᾧ
ὑμεῖς
λέγετε
῎Ερημός
ἐστιν
ἀπὸ
ἀνϑρώπων
καὶ
κτηνῶν
,
ἐν
πόλεσιν
Ιουδα
καὶ
ἔξωϑεν
Ιερουσαλημ
ταῖς
ἠρημωμέναις
παρὰ
τὸ
μὴ
εἶναι
ἄνϑρωπον
καὶ
κτήνη
Verse: 54
ϕωνὴ
εὐϕροσύνης
καὶ
ϕωνὴ
χαρμοσύνης
,
ϕωνὴ
νυμϕίου
καὶ
ϕωνὴ
νύμϕης
,
ϕωνὴ
λεγόντων
᾽Εξομολογεῖσϑε
κυρίῳ
παντοκράτορι
,
ὅτι
χρηστὸς
κύριος
,
ὅτι
εἰς
τὸν
αἰῶνα
τὸ
ἔλεος
αὐτοῦ
·
καὶ
εἰσοίσουσιν
δῶρα
εἰς
οἶκον
κυρίου
·
ὅτι
ἀποστρέψω
πᾶσαν
τὴν
ἀποικίαν
τῆς
γῆς
ἐκείνης
κατὰ
τὸ
πρότερον
,
εἶπεν
κύριος
.
Verse: 55
οὕτως
εἶπεν
κύριος
τῶν
δυνάμεων
῎Ετι
ἔσται
ἐν
τῷ
τόπῳ
τούτῳ
τῷ
ἐρήμῳ
παρὰ
τὸ
μὴ
εἶναι
ἄνϑρωπον
καὶ
κτῆνος
καὶ
ἐν
πάσαις
ταῖς
πόλεσιν
αὐτοῦ
καταλύματα
ποιμένων
κοιταζόντων
πρόβατα
·
Verse: 56
ἐν
πόλεσιν
τῆς
ὀρεινῆς
καὶ
ἐν
πόλεσιν
τῆς
Σεϕηλα
καὶ
ἐν
πόλεσιν
τῆς
Ναγεβ
καὶ
ἐν
γῇ
Βενιαμιν
καὶ
ἐν
ταῖς
κύκλῳ
Ιερουσαλημ
καὶ
ἐν
πόλεσιν
Ιουδα
ἔτι
παρελεύσεται
πρόβατα
ἐπὶ
χεῖρα
ἀριϑμοῦντος
,
εἶπεν
κύριος
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.