TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1092
Previous part

Chapter: 39 
Verse: 1    ῾Ο λόγος γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ τῷ βασιλεῖ Σεδεκια, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος,
Verse: 2    
καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ιερουσαλημ, καὶ Ιερεμιας ἐϕυλάσσετο ἐν αὐλῇ τῆς ϕυλακῆς, ἐστιν ἐν οἴκῳ τοῦ βασιλέως,
Verse: 3    
ἐν κατέκλεισεν αὐτὸν βασιλεὺς Σεδεκιας λέγων Διὰ τί σὺ προϕητεύεις λέγων Οὕτως εἶπεν κύριος ᾽Ιδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν,
Verse: 4    
καὶ Σεδεκιας οὐ μὴ σωϑῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοϑήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ ὄψονται,
Verse: 5    
καὶ εἰσελεύσεται Σεδεκιας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καϑιεῖται.
Verse: 6    
καὶ λόγος κυρίου ἐγενήϑη πρὸς Ιερεμιαν λέγων
Verse: 7    
᾽Ιδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελϕοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων Κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Αναϑωϑ, ὅτι σοὶ κρίμα παραλαβεῖν εἰς κτῆσιν.
Verse: 8    
καὶ ἦλϑεν πρός με Αναμεηλ υἱὸς Σαλωμ ἀδελϕοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς ϕυλακῆς καὶ εἶπέν μοι Κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμιν τὸν ἐν Αναϑωϑ, ὅτι σοὶ κρίμα κτήσασϑαι, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος κυρίου ἐστίν,
Verse: 9    
καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱοῦ ἀδελϕοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου·
Verse: 10    
καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσϕραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ.
Verse: 11    
καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσϕραγισμένον καὶ τὸ ἀνεγνωσμένον
Verse: 12    
καὶ ἔδωκα αὐτὸ τῷ Βαρουχ υἱῷ Νηριου υἱοῦ Μαασαιου κατ' ὀϕϑαλμοὺς Αναμεηλ υἱοῦ ἀδελϕοῦ πατρός μου καὶ κατ' ὀϕϑαλμοὺς τῶν ἑστηκότων καὶ γραϕόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ' ὀϕϑαλμοὺς τῶν Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς.
Verse: 13    
καὶ συνέταξα τῷ Βαρουχ κατ' ὀϕϑαλμοὺς αὐτῶν λέγων
Verse: 14    
Οὕτως εἶπεν κύριος παντοκράτωρ Λαβὲ τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ ϑήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους.
Verse: 15    
ὅτι οὕτως εἶπεν κύριος ῎Ετι κτηϑήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ.
Verse: 16    
Καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων
Verse: 17    
῏Ω κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐϑέν,
Verse: 18    
ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ' αὐτούς, ϑεὸς μέγας καὶ ἰσχυρός,
Verse: 19    
κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ϑεὸς μέγας παντοκράτωρ καὶ μεγαλώνυμος κύριος· οἱ ὀϕϑαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνϑρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ·
Verse: 20    
ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοῖς γηγενέσιν καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡμέρα αὕτη
Verse: 21    
καὶ ἐξήγαγες τὸν λαόν σου Ισραηλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις
Verse: 22    
καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι·
Verse: 23    
καὶ εἰσήλϑοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς ϕωνῆς σου καὶ ἐν τοῖς προστάγμασίν σου οὐκ ἐπορεύϑησαν· ἅπαντα, ἐνετείλω αὐτοῖς, οὐκ ἐποίησαν· καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα.
Verse: 24    
ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν, καὶ πόλις ἐδόϑη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο.
Verse: 25    
καὶ σὺ λέγεις πρός με Κτῆσαι σεαυτῷ ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσϕραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας· καὶ πόλις ἐδόϑη εἰς χεῖρας Χαλδαίων.
Verse: 26    
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 27    
᾽Εγὼ κύριος ϑεὸς πάσης σαρκός· μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;
Verse: 28    
διὰ τοῦτο οὕτως εἶπεν κύριος ϑεὸς Ισραηλ Δοϑεῖσα παραδοϑήσεται πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν,
Verse: 29    
καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσιν τὰς οἰκίας, ἐν αἷς ἐϑυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βααλ καὶ ἔσπενδον σπονδὰς ϑεοῖς ἑτέροις πρὸς τὸ παραπικρᾶναί με.
Verse: 30    
ὅτι ἦσαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ' ὀϕϑαλμούς μου ἐκ νεότητος αὐτῶν·
Verse: 31    
ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν ϑυμόν μου ἦν πόλις αὕτη ἀϕ' ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου
Verse: 32    
διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ισραηλ καὶ Ιουδα, ὧν ἐποίησαν πικρᾶναί με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προϕῆται αὐτῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ,
Verse: 33    
καὶ ἐπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον, καὶ ἐδίδαξα αὐτοὺς ὄρϑρου καὶ ἐδίδαξα, καὶ οὐκ ἤκουσαν ἐπιλαβεῖν παιδείαν·
Verse: 34    
καὶ ἔϑηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήϑη τὸ ὄνομά μου ἐπ' αὐτῷ, ἐν ἀκαϑαρσίαις αὐτῶν
Verse: 35    
καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βααλ τοὺς ἐν ϕάραγγι υἱοῦ Εννομ τοῦ ἀναϕέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν τῷ Μολοχ βασιλεῖ, οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐϕαμαρτεῖν τὸν Ιουδαν.
Verse: 36    
καὶ νῦν οὕτως εἶπεν κύριος ϑεὸς Ισραηλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις Παραδοϑήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ
Verse: 37    
᾽Ιδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ ϑυμῷ μου καὶ παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον καὶ καϑιῶ αὐτοὺς πεποιϑότας,
Verse: 38    
καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεόν.
Verse: 39    
καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν ϕοβηϑῆναί με πάσας τὰς ἡμέρας εἰς ἀγαϑὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ' αὐτούς.
Verse: 40    
καὶ διαϑήσομαι αὐτοῖς διαϑήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισϑεν αὐτῶν· καὶ τὸν ϕόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ' ἐμοῦ.
Verse: 41    
καὶ ἐπισκέψομαι τοῦ ἀγαϑῶσαι αὐτοὺς καὶ ϕυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ.
Verse: 42    
ὅτι οὕτως εἶπεν κύριος Καϑὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ' αὐτοὺς πάντα τὰ ἀγαϑά, ἐλάλησα ἐπ' αὐτούς.
Verse: 43    
καὶ κτηϑήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, σὺ λέγεις ῎Αβατός ἐστιν ἀπὸ ἀνϑρώπων καὶ κτήνους καὶ παρεδόϑησαν εἰς χεῖρας Χαλδαίων.
Verse: 44    
καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σϕραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμιν καὶ κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν τοῦ ὄρους καὶ ἐν πόλεσιν τῆς Σεϕηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.