TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1090
Previous part

Chapter: 37 
Verse: 1    ῾Ο λόγος γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου εἰπεῖν
Verse: 2    
Οὕτως εἶπεν κύριος ϑεὸς Ισραηλ λέγων Γράψον πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρὸς σέ, ἐπὶ βιβλίου·
Verse: 3    
ὅτι ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ισραηλ καὶ Ιουδα, εἶπεν κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς.
Verse: 4    
Καὶ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησεν κύριος ἐπὶ Ισραηλ καὶ Ιουδα
Verse: 5    
Οὕτως εἶπεν κύριος Φωνὴν ϕόβου ἀκούσεσϑε· ϕόβος, καὶ οὐκ ἔστιν εἰρήνη.
Verse: 6    
ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν, καὶ περὶ ϕόβου, ἐν καϑέξουσιν ὀσϕὺν καὶ σωτηρίαν· διότι ἑώρακα πάντα ἄνϑρωπον καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσϕύος αὐτοῦ, ἐστράϕησαν πρόσωπα, εἰς ἴκτερον
Verse: 7    
ἐγενήϑη. ὅτι μεγάλη ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη, καὶ χρόνος στενός ἐστιν τῷ Ιακωβ, καὶ ἀπὸ τούτου σωϑήσεται.
Verse: 8    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις·
Verse: 9    
καὶ ἐργῶνται τῷ κυρίῳ ϑεῷ αὐτῶν, καὶ τὸν Δαυιδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς.
Verse: 12    
Οὕτως εἶπεν κύριος ᾽Ανέστησα σύντριμμα, ἀλγηρὰ πληγή σου·
Verse: 13    
οὐκ ἔστιν κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύϑης, ὠϕέλεια οὐκ ἔστιν σοι.
Verse: 14    
πάντες οἱ ϕίλοι σου ἐπελάϑοντό σου, οὐ μὴ ἐπερωτήσουσιν· ὅτι πληγὴν ἐχϑροῦ ἔπαισά σε, παιδείαν στερεάν, ἐπὶ πᾶσαν ἀδικίαν σου ἐπλήϑυναν αἱ ἁμαρτίαι σου.
Verse: 16    
διὰ τοῦτο πάντες οἱ ἔσϑοντές σε βρωϑήσονται, καὶ πάντες οἱ ἐχϑροί σου, κρέας αὐτῶν πᾶν ἔδονται· ἐπὶ πλῆϑος ἀδικιῶν σου ἐπληϑύνϑησαν αἱ ἁμαρτίαι σου, ἐποίησαν ταῦτά σοι· καὶ ἔσονται οἱ διαϕοροῦντές σε εἰς διαϕόρημα, καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν.
Verse: 17    
ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, ϕησὶν κύριος, ὅτι ἐσπαρμένη ἐκλήϑης· ϑήρευμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν.
Verse: 18    
οὕτως εἶπεν κύριος ᾽Ιδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ιακωβ καὶ αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηϑήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ναὸς κατὰ τὸ κρίμα αὐτοῦ καϑεδεῖται.
Verse: 19    
καὶ ἐξελεύσονται ἀπ' αὐτῶν ᾄδοντες καὶ ϕωνὴ παιζόντων· καὶ πλεονάσω αὐτούς, καὶ οὐ μὴ ἐλαττωϑῶσιν.
Verse: 20    
καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρϑωϑήσεται· καὶ ἐπισκέψομαι τοὺς ϑλίβοντας αὐτούς.
Verse: 21    
καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπ' αὐτούς, καὶ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτούς, καὶ ἀποστρέψουσιν πρός με· ὅτι τίς ἐστιν οὗτος, ὃς ἔδωκεν τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρός με; ϕησὶν κύριος.
Verse: 23    
ὅτι ὀργὴ κυρίου ἐξῆλϑεν ϑυμώδης, ἐξῆλϑεν ὀργὴ στρεϕομένη, ἐπ' ἀσεβεῖς ἥξει.
Verse: 24    
οὐ μὴ ἀποστραϕῇ ὀργὴ ϑυμοῦ κυρίου, ἕως ποιήσῃ καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ· ἐπ' ἐσχάτων τῶν ἡμερῶν γνώσεσϑε αὐτά.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.