TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1089
Chapter: 36
Verse: 1
Καὶ
οὗτοι
οἱ
λόγοι
τῆς
βίβλου
,
οὓς
ἀπέστειλεν
Ιερεμιας
ἐξ
Ιερουσαλημ
πρὸς
τοὺς
πρεσβυτέρους
τῆς
ἀποικίας
καὶ
πρὸς
τοὺς
ἱερεῖς
καὶ
πρὸς
τοὺς
ψευδοπροϕήτας
ἐπιστολὴν
εἰς
Βαβυλῶνα
τῇ
ἀποικίᾳ
καὶ
πρὸς
ἅπαντα
τὸν
λαὸν
Verse: 2
ὕστερον
ἐξελϑόντος
Ιεχονιου
τοῦ
βασιλέως
καὶ
τῆς
βασιλίσσης
καὶ
τῶν
εὐνούχων
καὶ
παντὸς
ἐλευϑέρου
καὶ
δεσμώτου
καὶ
τεχνίτου
ἐξ
Ιερουσαλημ
Verse: 3
ἐν
χειρὶ
Ελεασα
υἱοῦ
Σαϕαν
καὶ
Γαμαριου
υἱοῦ
Χελκιου
,
ὃν
ἀπέστειλεν
Σεδεκιας
βασιλεὺς
Ιουδα
πρὸς
βασιλέα
Βαβυλῶνος
εἰς
Βαβυλῶνα
,
λέγων
Verse: 4
Οὕτως
εἶπεν
κύριος
ὁ
ϑεὸς
Ισραηλ
ἐπὶ
τὴν
ἀποικίαν
,
ἣν
ἀπῴκισα
ἀπὸ
Ιερουσαλημ
Verse: 5
Οἰκοδομήσατε
οἴκους
καὶ
κατοικήσατε
καὶ
ϕυτεύσατε
παραδείσους
καὶ
ϕάγετε
τοὺς
καρποὺς
αὐτῶν
Verse: 6
καὶ
λάβετε
γυναῖκας
καὶ
τεκνοποιήσατε
υἱοὺς
καὶ
ϑυγατέρας
καὶ
λάβετε
τοῖς
υἱοῖς
ὑμῶν
γυναῖκας
καὶ
τὰς
ϑυγατέρας
ὑμῶν
ἀνδράσιν
δότε
καὶ
πληϑύνεσϑε
καὶ
μὴ
σμικρυνϑῆτε
Verse: 7
καὶ
ζητήσατε
εἰς
εἰρήνην
τῆς
γῆς
,
εἰς
ἣν
ἀπῴκισα
ὑμᾶς
ἐκεῖ
,
καὶ
προσεύξασϑε
περὶ
αὐτῶν
πρὸς
κύριον
,
ὅτι
ἐν
εἰρήνῃ
αὐτῆς
ἔσται
εἰρήνη
ὑμῖν
.
Verse: 8
ὅτι
οὕτως
εἶπεν
κύριος
Μὴ
ἀναπειϑέτωσαν
ὑμᾶς
οἱ
ψευδοπροϕῆται
οἱ
ἐν
ὑμῖν
,
καὶ
μὴ
ἀναπειϑέτωσαν
ὑμᾶς
οἱ
μάντεις
ὑμῶν
,
καὶ
μὴ
ἀκούετε
εἰς
τὰ
ἐνύπνια
ὑμῶν
,
ἃ
ὑμεῖς
ἐνυπνιάζεσϑε
,
Verse: 9
ὅτι
ἄδικα
αὐτοὶ
προϕητεύουσιν
ὑμῖν
ἐπὶ
τῷ
ὀνόματί
μου
,
καὶ
οὐκ
ἀπέστειλα
αὐτούς
.
Verse: 10
ὅτι
οὕτως
εἶπεν
κύριος
῞Οταν
μέλλῃ
πληροῦσϑαι
Βαβυλῶνι
ἑβδομήκοντα
ἔτη
,
ἐπισκέψομαι
ὑμᾶς
καὶ
ἐπιστήσω
τοὺς
λόγους
μου
ἐϕ
'
ὑμᾶς
τοῦ
τὸν
λαὸν
ὑμῶν
ἀποστρέψαι
εἰς
τὸν
τόπον
τοῦτον
·
Verse: 11
καὶ
λογιοῦμαι
ἐϕ
'
ὑμᾶς
λογισμὸν
εἰρήνης
καὶ
οὐ
κακὰ
τοῦ
δοῦναι
ὑμῖν
ταῦτα
.
Verse: 12
καὶ
προσεύξασϑε
πρός
με
,
καὶ
εἰσακούσομαι
ὑμῶν
·
Verse: 13
καὶ
ἐκζητήσατέ
με
,
καὶ
εὑρήσετέ
με
,
ὅτι
ζητήσετέ
με
ἐν
ὅλῃ
καρδίᾳ
ὑμῶν
,
Verse: 14
καὶ
ἐπιϕανοῦμαι
ὑμῖν
.
Verse: 15
ὅτι
εἴπατε
Κατέστησεν
ἡμῖν
κύριος
προϕήτας
ἐν
Βαβυλῶνι
,
Verse: 21
οὕτως
εἶπεν
κύριος
ἐπὶ
Αχιαβ
καὶ
ἐπὶ
Σεδεκιαν
᾽Ιδοὺ
ἐγὼ
δίδωμι
αὐτοὺς
εἰς
χεῖρας
βασιλέως
Βαβυλῶνος
,
καὶ
πατάξει
αὐτοὺς
κατ
'
ὀϕϑαλμοὺς
ὑμῶν
.
Verse: 22
καὶ
λήμψονται
ἀπ
'
αὐτῶν
κατάραν
ἐν
πάσῃ
τῇ
ἀποικίᾳ
Ιουδα
ἐν
Βαβυλῶνι
λέγοντες
Ποιήσαι
σε
κύριος
,
ὡς
Σεδεκιαν
ἐποίησεν
καὶ
ὡς
Αχιαβ
,
οὓς
ἀπετηγάνισεν
βασιλεὺς
Βαβυλῶνος
ἐν
πυρὶ
Verse: 23
δι
'
ἣν
ἐποίησαν
ἀνομίαν
ἐν
Ισραηλ
καὶ
ἐμοιχῶντο
τὰς
γυναῖκας
τῶν
πολιτῶν
αὐτῶν
καὶ
λόγον
ἐχρημάτισαν
ἐν
τῷ
ὀνόματί
μου
,
ὃν
οὐ
συνέταξα
αὐτοῖς
,
καὶ
ἐγὼ
μάρτυς
,
ϕησὶν
κύριος
.
Verse: 24
καὶ
πρὸς
Σαμαιαν
τὸν
Νελαμίτην
ἐρεῖς
Verse: 25
Οὐκ
ἀπέστειλά
σε
τῷ
ὀνόματί
μου
.
καὶ
πρὸς
Σοϕονιαν
υἱὸν
Μαασαιου
τὸν
ἱερέα
εἰπέ
Verse: 26
Κύριος
ἔδωκέν
σε
εἰς
ἱερέα
ἀντὶ
Ιωδαε
τοῦ
ἱερέως
γενέσϑαι
ἐπιστάτην
ἐν
τῷ
οἴκῳ
κυρίου
παντὶ
ἀνϑρώπῳ
προϕητεύοντι
καὶ
παντὶ
ἀνϑρώπῳ
μαινομένῳ
,
καὶ
δώσεις
αὐτὸν
εἰς
τὸ
ἀπόκλεισμα
καὶ
εἰς
τὸν
καταρράκτην
.
Verse: 27
καὶ
νῦν
διὰ
τί
συνελοιδορήσατε
Ιερεμιαν
τὸν
ἐξ
Αναϑωϑ
τὸν
προϕητεύσαντα
ὑμῖν
;
Verse: 28
οὐ
διὰ
τοῦτο
ἀπέστειλεν
πρὸς
ὑμᾶς
εἰς
Βαβυλῶνα
λέγων
Μακράν
ἐστιν
,
οἰκοδομήσατε
οἰκίας
καὶ
κατοικήσατε
καὶ
ϕυτεύσατε
κήπους
καὶ
ϕάγεσϑε
τὸν
καρπὸν
αὐτῶν
;
Verse: 29
καὶ
ἀνέγνω
Σοϕονιας
τὸ
βιβλίον
εἰς
τὰ
ὦτα
Ιερεμιου
.
Verse: 30
καὶ
ἐγένετο
λόγος
κυρίου
πρὸς
Ιερεμιαν
λέγων
Verse: 31
᾽Απόστειλον
πρὸς
τὴν
ἀποικίαν
λέγων
Οὕτως
εἶπεν
κύριος
ἐπὶ
Σαμαιαν
τὸν
Νελαμίτην
᾽Επειδὴ
ἐπροϕήτευσεν
ὑμῖν
Σαμαιας
,
καὶ
ἐγὼ
οὐκ
ἀπέστειλα
αὐτόν
,
καὶ
πεποιϑέναι
ἐποίησεν
ὑμᾶς
ἐπ
'
ἀδίκοις
,
Verse: 32
διὰ
τοῦτο
οὕτως
εἶπεν
κύριος
᾽Ιδοὺ
ἐγὼ
ἐπισκέψομαι
ἐπὶ
Σαμαιαν
καὶ
ἐπὶ
τὸ
γένος
αὐτοῦ
,
καὶ
οὐκ
ἔσται
αὐτῶν
ἄνϑρωπος
ἐν
μέσῳ
ὑμῶν
τοῦ
ἰδεῖν
τὰ
ἀγαϑά
,
ἃ
ἐγὼ
ποιήσω
ὑμῖν
·
οὐκ
ὄψονται
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.