TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1053
Chapter: 66
Verse: 1
Οὕτως
λέγει
κύριος
῾Ο
οὐρανός
μοι
ϑρόνος
,
ἡ
δὲ
γῆ
ὑποπόδιον
τῶν
ποδῶν
μου
·
ποῖον
οἶκον
οἰκοδομήσετέ
μοι
;
ἢ
ποῖος
τόπος
τῆς
καταπαύσεώς
μου
;
Verse: 2
πάντα
γὰρ
ταῦτα
ἐποίησεν
ἡ
χείρ
μου
,
καὶ
ἔστιν
ἐμὰ
πάντα
ταῦτα
,
λέγει
κύριος
·
καὶ
ἐπὶ
τίνα
ἐπιβλέψω
ἀλλ
'
ἢ
ἐπὶ
τὸν
ταπεινὸν
καὶ
ἡσύχιον
καὶ
τρέμοντα
τοὺς
λόγους
μου
;
Verse: 3
ὁ
δὲ
ἄνομος
ὁ
ϑύων
μοι
μόσχον
ὡς
ὁ
ἀποκτέννων
κύνα
,
ὁ
δὲ
ἀναϕέρων
σεμίδαλιν
ὡς
αἷμα
ὕειον
,
ὁ
διδοὺς
λίβανον
εἰς
μνημόσυνον
ὡς
βλάσϕημος
·
καὶ
οὗτοι
ἐξελέξαντο
τὰς
ὁδοὺς
αὐτῶν
καὶ
τὰ
βδελύγματα
αὐτῶν
,
ἃ
ἡ
ψυχὴ
αὐτῶν
ἠϑέλησεν
,
Verse: 4
κἀγὼ
ἐκλέξομαι
τὰ
ἐμπαίγματα
αὐτῶν
καὶ
τὰς
ἁμαρτίας
ἀνταποδώσω
αὐτοῖς
·
ὅτι
ἐκάλεσα
αὐτοὺς
καὶ
οὐχ
ὑπήκουσάν
μου
,
ἐλάλησα
καὶ
οὐκ
ἤκουσαν
,
καὶ
ἐποίησαν
τὸ
πονηρὸν
ἐναντίον
μου
καὶ
ἃ
οὐκ
ἐβουλόμην
ἐξελέξαντο
.
Verse: 5
᾽Ακούσατε
τὸ
ῥῆμα
κυρίου
,
οἱ
τρέμοντες
τὸν
λόγον
αὐτοῦ
·
εἴπατε
,
ἀδελϕοὶ
ἡμῶν
,
τοῖς
μισοῦσιν
ἡμᾶς
καὶ
βδελυσσομένοις
,
ἵνα
τὸ
ὄνομα
κυρίου
δοξασϑῇ
καὶ
ὀϕϑῇ
ἐν
τῇ
εὐϕροσύνῃ
αὐτῶν
,
κἀκεῖνοι
αἰσχυνϑήσονται
.
Verse: 6
ϕωνὴ
κραυγῆς
ἐκ
πόλεως
,
ϕωνὴ
ἐκ
ναοῦ
,
ϕωνὴ
κυρίου
ἀνταποδιδόντος
ἀνταπόδοσιν
τοῖς
ἀντικειμένοις
.
Verse: 7
πρὶν
ἢ
τὴν
ὠδίνουσαν
τεκεῖν
,
πρὶν
ἐλϑεῖν
τὸν
πόνον
τῶν
ὠδίνων
,
ἐξέϕυγεν
καὶ
ἔτεκεν
ἄρσεν
.
Verse: 8
τίς
ἤκουσεν
τοιοῦτο
,
καὶ
τίς
ἑώρακεν
οὕτως
;
ἦ
ὤδινεν
γῆ
ἐν
μιᾷ
ἡμέρᾳ
,
ἢ
καὶ
ἐτέχϑη
ἔϑνος
εἰς
ἅπαξ
;
ὅτι
ὤδινεν
καὶ
ἔτεκεν
Σιων
τὰ
παιδία
αὐτῆς
.
Verse: 9
ἐγὼ
δὲ
ἔδωκα
τὴν
προσδοκίαν
ταύτην
,
καὶ
οὐκ
ἐμνήσϑης
μου
,
εἶπεν
κύριος
.
οὐκ
ἰδοὺ
ἐγὼ
γεννῶσαν
καὶ
στεῖραν
ἐποίησα
;
εἶπεν
ὁ
ϑεός
.
Verse: 10
εὐϕράνϑητι
,
Ιερουσαλημ
,
καὶ
πανηγυρίσατε
ἐν
αὐτῇ
,
πάντες
οἱ
ἀγαπῶντες
αὐτήν
,
χάρητε
χαρᾷ
,
πάντες
ὅσοι
πενϑεῖτε
ἐπ
'
αὐτῆς
,
Verse: 11
ἵνα
ϑηλάσητε
καὶ
ἐμπλησϑῆτε
ἀπὸ
μαστοῦ
παρακλήσεως
αὐτῆς
,
ἵνα
ἐκϑηλάσαντες
τρυϕήσητε
ἀπὸ
εἰσόδου
δόξης
αὐτῆς
.
Verse: 12
ὅτι
τάδε
λέγει
κύριος
᾽Ιδοὺ
ἐγὼ
ἐκκλίνω
εἰς
αὐτοὺς
ὡς
ποταμὸς
εἰρήνης
καὶ
ὡς
χειμάρρους
ἐπικλύζων
δόξαν
ἐϑνῶν
·
τὰ
παιδία
αὐτῶν
ἐπ
'
ὤμων
ἀρϑήσονται
καὶ
ἐπὶ
γονάτων
παρακληϑήσονται
.
Verse: 13
ὡς
εἴ
τινα
μήτηρ
παρακαλέσει
,
οὕτως
καὶ
ἐγὼ
παρακαλέσω
ὑμᾶς
,
καὶ
ἐν
Ιερουσαλημ
παρακληϑήσεσϑε
.
Verse: 14
καὶ
ὄψεσϑε
,
καὶ
χαρήσεται
ὑμῶν
ἡ
καρδία
,
καὶ
τὰ
ὀστᾶ
ὑμῶν
ὡς
βοτάνη
ἀνατελεῖ
·
καὶ
γνωσϑήσεται
ἡ
χεὶρ
κυρίου
τοῖς
σεβομένοις
αὐτόν
,
καὶ
ἀπειλήσει
τοῖς
ἀπειϑοῦσιν
.
Verse: 15
᾽Ιδοὺ
γὰρ
κύριος
ὡς
πῦρ
ἥξει
καὶ
ὡς
καταιγὶς
τὰ
ἅρματα
αὐτοῦ
ἀποδοῦναι
ἐν
ϑυμῷ
ἐκδίκησιν
καὶ
ἀποσκορακισμὸν
ἐν
ϕλογὶ
πυρός
.
Verse: 16
ἐν
γὰρ
τῷ
πυρὶ
κυρίου
κριϑήσεται
πᾶσα
ἡ
γῆ
καὶ
ἐν
τῇ
ῥομϕαίᾳ
αὐτοῦ
πᾶσα
σάρξ
·
πολλοὶ
τραυματίαι
ἔσονται
ὑπὸ
κυρίου
.
Verse: 17
οἱ
ἁγνιζόμενοι
καὶ
καϑαριζόμενοι
εἰς
τοὺς
κήπους
καὶ
ἐν
τοῖς
προϑύροις
ἔσϑοντες
κρέας
ὕειον
καὶ
τὰ
βδελύγματα
καὶ
τὸν
νῦν
ἐπὶ
τὸ
αὐτὸ
ἀναλωϑήσονται
,
εἶπεν
κύριος
,
Verse: 18
κἀγὼ
τὰ
ἔργα
αὐτῶν
καὶ
τὸν
λογισμὸν
αὐτῶν
ἐπίσταμαι
.
ἔρχομαι
συναγαγεῖν
πάντα
τὰ
ἔϑνη
καὶ
τὰς
γλώσσας
,
καὶ
ἥξουσιν
καὶ
ὄψονται
τὴν
δόξαν
μου
.
Verse: 19
καὶ
καταλείψω
ἐπ
'
αὐτῶν
σημεῖα
καὶ
ἐξαποστελῶ
ἐξ
αὐτῶν
σεσῳσμένους
εἰς
τὰ
ἔϑνη
,
εἰς
Θαρσις
καὶ
Φουδ
καὶ
Λουδ
καὶ
Μοσοχ
καὶ
Θοβελ
καὶ
εἰς
τὴν
῾Ελλάδα
καὶ
εἰς
τὰς
νήσους
τὰς
πόρρω
,
οἳ
οὐκ
ἀκηκόασίν
μου
τὸ
ὄνομα
οὐδὲ
ἑωράκασιν
τὴν
δόξαν
μου
,
καὶ
ἀναγγελοῦσίν
μου
τὴν
δόξαν
ἐν
τοῖς
ἔϑνεσιν
.
Verse: 20
καὶ
ἄξουσιν
τοὺς
ἀδελϕοὺς
ὑμῶν
ἐκ
πάντων
τῶν
ἐϑνῶν
δῶρον
κυρίῳ
μεϑ
'
ἵππων
καὶ
ἁρμάτων
ἐν
λαμπήναις
ἡμιόνων
μετὰ
σκιαδίων
εἰς
τὴν
ἁγίαν
πόλιν
Ιερουσαλημ
,
εἶπεν
κύριος
,
ὡς
ἂν
ἐνέγκαισαν
οἱ
υἱοὶ
Ισραηλ
ἐμοὶ
τὰς
ϑυσίας
αὐτῶν
μετὰ
ψαλμῶν
εἰς
τὸν
οἶκον
κυρίου
.
Verse: 21
καὶ
ἀπ
'
αὐτῶν
λήμψομαι
ἐμοὶ
ἱερεῖς
καὶ
Λευίτας
,
εἶπεν
κύριος
.
Verse: 22
ὃν
τρόπον
γὰρ
ὁ
οὐρανὸς
καινὸς
καὶ
ἡ
γῆ
καινή
,
ἃ
ἐγὼ
ποιῶ
,
μένει
ἐνώπιόν
μου
,
λέγει
κύριος
,
οὕτως
στήσεται
τὸ
σπέρμα
ὑμῶν
καὶ
τὸ
ὄνομα
ὑμῶν
.
Verse: 23
καὶ
ἔσται
μῆνα
ἐκ
μηνὸς
καὶ
σάββατον
ἐκ
σαββάτου
ἥξει
πᾶσα
σὰρξ
ἐνώπιόν
μου
προσκυνῆσαι
ἐν
Ιερουσαλημ
,
εἶπεν
κύριος
.
Verse: 24
καὶ
ἐξελεύσονται
καὶ
ὄψονται
τὰ
κῶλα
τῶν
ἀνϑρώπων
τῶν
παραβεβηκότων
ἐν
ἐμοί
·
ὁ
γὰρ
σκώληξ
αὐτῶν
οὐ
τελευτήσει
,
καὶ
τὸ
πῦρ
αὐτῶν
οὐ
σβεσϑήσεται
,
καὶ
ἔσονται
εἰς
ὅρασιν
πάσῃ
σαρκί
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.