TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1052
Previous part

Chapter: 65 
Verse: 1    ᾽Εμϕανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέϑην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα ᾽Ιδού εἰμι, τῷ ἔϑνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα.
Verse: 2    
ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειϑοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύϑησαν ὁδῷ ἀληϑινῇ, ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.
Verse: 3    
λαὸς οὗτος παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός, αὐτοὶ ϑυσιάζουσιν ἐν τοῖς κήποις καὶ ϑυμιῶσιν ἐπὶ ταῖς πλίνϑοις τοῖς δαιμονίοις, οὐκ ἔστιν·
Verse: 4    
καὶ ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι' ἐνύπνια, οἱ ἔσϑοντες κρέα ὕεια καὶ ζωμὸν ϑυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν·
Verse: 5    
οἱ λέγοντες Πόρρω ἀπ' ἐμοῦ, μὴ ἐγγίσῃς μου, ὅτι καϑαρός εἰμι· οὗτος καπνὸς τοῦ ϑυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.
Verse: 6    
ἰδοὺ γέγραπται ἐνώπιόν μου Οὐ σιωπήσω, ἕως ἂν ἀποδῶ εἰς τὸν κόλπον αὐτῶν·
Verse: 7    
τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει κύριος, οἳ ἐϑυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν.
Verse: 8    
Οὕτως λέγει κύριος ῝Ον τρόπον εὑρεϑήσεται ῥὼξ ἐν τῷ βότρυι καὶ ἐροῦσιν Μὴ λυμήνῃ αὐτὸν ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῷ, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας.
Verse: 9    
καὶ ἐξάξω τὸ ἐξ Ιακωβ σπέρμα καὶ τὸ ἐξ Ιουδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ.
Verse: 10    
καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων καὶ ϕάραγξ Αχωρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με.
Verse: 11    
ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανϑανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαίμονι τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα,
Verse: 12    
ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σϕαγῇ πεσεῖσϑε, ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ οὐκ ἐβουλόμην ἐξελέξασϑε.
Verse: 13    
Διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ιδοὺ οἱ δουλεύοντές μοι ϕάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐϕρανϑήσονται, ὑμεῖς δὲ αἰσχυνϑήσεσϑε·
Verse: 14    
ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐϕροσύνῃ, ὑμεῖς δὲ κεκράξεσϑε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε.
Verse: 15    
καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ κύριος. τοῖς δὲ δουλεύουσιν αὐτῷ κληϑήσεται ὄνομα καινόν,
Verse: 16    
εὐλογηϑήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσιν γὰρ τὸν ϑεὸν τὸν ἀληϑινόν, καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν ϑεὸν τὸν ἀληϑινόν· ἐπιλήσονται γὰρ τὴν ϑλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.
Verse: 17    
ἔσται γὰρ οὐρανὸς καινὸς καὶ γῆ καινή, καὶ οὐ μὴ μνησϑῶσιν τῶν προτέρων, οὐδ' οὐ μὴ ἐπέλϑῃ αὐτῶν ἐπὶ τὴν καρδίαν,
Verse: 18    
ἀλλ' εὐϕροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ιερουσαλημ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐϕροσύνην.
Verse: 19    
καὶ ἀγαλλιάσομαι ἐπὶ Ιερουσαλημ καὶ εὐϕρανϑήσομαι ἐπὶ τῷ λαῷ μου, καὶ οὐκέτι μὴ ἀκουσϑῇ ἐν αὐτῇ ϕωνὴ κλαυϑμοῦ οὐδὲ ϕωνὴ κραυγῆς.
Verse: 20    
καὶ οὐ μὴ γένηται ἐκεῖ ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ νέος ἑκατὸν ἐτῶν, δὲ ἀποϑνῄσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται.
Verse: 21    
καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν, καὶ καταϕυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ ϕάγονται τὰ γενήματα αὐτῶν·
Verse: 22    
καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν, καὶ οὐ μὴ ϕυτεύσουσιν καὶ ἄλλοι ϕάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν.
Verse: 23    
οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα ηὐλογημένον ὑπὸ ϑεοῦ ἐστιν, καὶ τὰ ἔκγονα αὐτῶν μετ' αὐτῶν ἔσονται.
Verse: 24    
καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ Τί ἐστιν;
Verse: 25    
τότε λύκοι καὶ ἄρνες βοσκηϑήσονται ἅμα, καὶ λέων ὡς βοῦς ϕάγεται ἄχυρα, ὄϕις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.