TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 17
Previous part

Chapter: 17 
Verse: 1    ᾽Εγένετο δὲ Αβραμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤϕϑη κύριος τῷ Αβραμ καὶ εἶπεν αὐτῷ ᾽Εγώ εἰμι ϑεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος,
Verse: 2    
καὶ ϑήσομαι τὴν διαϑήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληϑυνῶ σε σϕόδρα.
Verse: 3    
καὶ ἔπεσεν Αβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ϑεὸς λέγων
Verse: 4    
Καὶ ἐγὼ ἰδοὺ διαϑήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήϑους ἐϑνῶν.
Verse: 5    
καὶ οὐ κληϑήσεται ἔτι τὸ ὄνομά σου Αβραμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Αβρααμ, ὅτι πατέρα πολλῶν ἐϑνῶν τέϑεικά σε.
Verse: 6    
καὶ αὐξανῶ σε σϕόδρα σϕόδρα καὶ ϑήσω σε εἰς ἔϑνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.
Verse: 7    
καὶ στήσω τὴν διαϑήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτῶν εἰς διαϑήκην αἰώνιον εἶναί σου ϑεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ.
Verse: 8    
καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χανααν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς ϑεός.
Verse: 9    
καὶ εἶπεν ϑεὸς πρὸς Αβρααμ Σὺ δὲ τὴν διαϑήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.
Verse: 10    
καὶ αὕτη διαϑήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηϑήσεται ὑμῶν πᾶν ἀρσενικόν,
Verse: 11    
καὶ περιτμηϑήσεσϑε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαϑήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.
Verse: 12    
καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηϑήσεται ὑμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, οἰκογενὴς τῆς οἰκίας σου καὶ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου.
Verse: 13    
περιτομῇ περιτμηϑήσεται οἰκογενὴς τῆς οἰκίας σου καὶ ἀργυρώνητος, καὶ ἔσται διαϑήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαϑήκην αἰώνιον.
Verse: 14    
καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηϑήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολεϑρευϑήσεται ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαϑήκην μου διεσκέδασεν.
Verse: 15    
Εἶπεν δὲ ϑεὸς τῷ Αβρααμ Σαρα γυνή σου, οὐ κληϑήσεται τὸ ὄνομα αὐτῆς Σαρα, ἀλλὰ Σαρρα ἔσται τὸ ὄνομα αὐτῆς.
Verse: 16    
εὐλογήσω δὲ αὐτὴν καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον· καὶ εὐλογήσω αὐτόν, καὶ ἔσται εἰς ἔϑνη, καὶ βασιλεῖς ἐϑνῶν ἐξ αὐτοῦ ἔσονται.
Verse: 17    
καὶ ἔπεσεν Αβρααμ ἐπὶ πρόσωπον καὶ ἐγέλασεν καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων Εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ εἰ Σαρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται;
Verse: 18    
εἶπεν δὲ Αβρααμ πρὸς τὸν ϑεόν Ισμαηλ οὗτος ζήτω ἐναντίον σου.
Verse: 19    
εἶπεν δὲ ϑεὸς τῷ Αβρααμ Ναί· ἰδοὺ Σαρρα γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ισαακ, καὶ στήσω τὴν διαϑήκην μου πρὸς αὐτὸν εἰς διαϑήκην αἰώνιον καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν.
Verse: 20    
περὶ δὲ Ισμαηλ ἰδοὺ ἐπήκουσά σου· ἰδοὺ εὐλόγησα αὐτὸν καὶ αὐξανῶ αὐτὸν καὶ πληϑυνῶ αὐτὸν σϕόδρα· δώδεκα ἔϑνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔϑνος μέγα.
Verse: 21    
τὴν δὲ διαϑήκην μου στήσω πρὸς Ισαακ, ὃν τέξεταί σοι Σαρρα εἰς τὸν καιρὸν τοῦτον ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ.
Verse: 22    
συνετέλεσεν δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη ϑεὸς ἀπὸ Αβρααμ.
Verse: 23    
Καὶ ἔλαβεν Αβρααμ Ισμαηλ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Αβρααμ καὶ περιέτεμεν τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καϑὰ ἐλάλησεν αὐτῷ ϑεός.
Verse: 24    
Αβρααμ δὲ ἦν ἐνενήκοντα ἐννέα ἐτῶν, ἡνίκα περιέτεμεν τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ·
Verse: 25    
Ισμαηλ δὲ υἱὸς αὐτοῦ ἐτῶν δέκα τριῶν ἦν, ἡνίκα περιετμήϑη τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
Verse: 26    
ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήϑη Αβρααμ καὶ Ισμαηλ υἱὸς αὐτοῦ·
Verse: 27    
καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐϑνῶν, περιέτεμεν αὐτούς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.