TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 16
Chapter: 16
Verse: 1
Σαρα
δὲ
ἡ
γυνὴ
Αβραμ
οὐκ
ἔτικτεν
αὐτῷ
.
ἦν
δὲ
αὐτῇ
παιδίσκη
Αἰγυπτία
,
ᾗ
ὄνομα
Αγαρ
.
Verse: 2
εἶπεν
δὲ
Σαρα
πρὸς
Αβραμ
᾽Ιδοὺ
συνέκλεισέν
με
κύριος
τοῦ
μὴ
τίκτειν
·
εἴσελϑε
οὖν
πρὸς
τὴν
παιδίσκην
μου
,
ἵνα
τεκνοποιήσῃς
ἐξ
αὐτῆς
.
ὑπήκουσεν
δὲ
Αβραμ
τῆς
ϕωνῆς
Σαρας
.
Verse: 3
καὶ
λαβοῦσα
Σαρα
ἡ
γυνὴ
Αβραμ
Αγαρ
τὴν
Αἰγυπτίαν
τὴν
ἑαυτῆς
παιδίσκην
μετὰ
δέκα
ἔτη
τοῦ
οἰκῆσαι
Αβραμ
ἐν
γῇ
Χανααν
καὶ
ἔδωκεν
αὐτὴν
Αβραμ
τῷ
ἀνδρὶ
αὐτῆς
αὐτῷ
γυναῖκα
.
Verse: 4
καὶ
εἰσῆλϑεν
πρὸς
Αγαρ
,
καὶ
συνέλαβεν
καὶ
εἶδεν
ὅτι
ἐν
γαστρὶ
ἔχει
,
καὶ
ἠτιμάσϑη
ἡ
κυρία
ἐναντίον
αὐτῆς
.
Verse: 5
εἶπεν
δὲ
Σαρα
πρὸς
Αβραμ
᾽Αδικοῦμαι
ἐκ
σοῦ
·
ἐγὼ
δέδωκα
τὴν
παιδίσκην
μου
εἰς
τὸν
κόλπον
σου
,
ἰδοῦσα
δὲ
ὅτι
ἐν
γαστρὶ
ἔχει
,
ἠτιμάσϑην
ἐναντίον
αὐτῆς
·
κρίναι
ὁ
ϑεὸς
ἀνὰ
μέσον
ἐμοῦ
καὶ
σοῦ
.
Verse: 6
εἶπεν
δὲ
Αβραμ
πρὸς
Σαραν
᾽Ιδοὺ
ἡ
παιδίσκη
σου
ἐν
ταῖς
χερσίν
σου
·
χρῶ
αὐτῇ
,
ὡς
ἄν
σοι
ἀρεστὸν
ᾖ
.
καὶ
ἐκάκωσεν
αὐτὴν
Σαρα
,
καὶ
ἀπέδρα
ἀπὸ
προσώπου
αὐτῆς
.
Verse: 7
Εὗρεν
δὲ
αὐτὴν
ἄγγελος
κυρίου
ἐπὶ
τῆς
πηγῆς
τοῦ
ὕδατος
ἐν
τῇ
ἐρήμῳ
,
ἐπὶ
τῆς
πηγῆς
ἐν
τῇ
ὁδῷ
Σουρ
.
Verse: 8
καὶ
εἶπεν
αὐτῇ
ὁ
ἄγγελος
κυρίου
Αγαρ
παιδίσκη
Σαρας
,
πόϑεν
ἔρχῃ
καὶ
ποῦ
πορεύῃ
;
καὶ
εἶπεν
᾽Απὸ
προσώπου
Σαρας
τῆς
κυρίας
μου
ἐγὼ
ἀποδιδράσκω
.
Verse: 9
εἶπεν
δὲ
αὐτῇ
ὁ
ἄγγελος
κυρίου
᾽Αποστράϕητι
πρὸς
τὴν
κυρίαν
σου
καὶ
ταπεινώϑητι
ὑπὸ
τὰς
χεῖρας
αὐτῆς
.
Verse: 10
καὶ
εἶπεν
αὐτῇ
ὁ
ἄγγελος
κυρίου
Πληϑύνων
πληϑυνῶ
τὸ
σπέρμα
σου
,
καὶ
οὐκ
ἀριϑμηϑήσεται
ἀπὸ
τοῦ
πλήϑους
.
Verse: 11
καὶ
εἶπεν
αὐτῇ
ὁ
ἄγγελος
κυρίου
᾽Ιδοὺ
σὺ
ἐν
γαστρὶ
ἔχεις
καὶ
τέξῃ
υἱὸν
καὶ
καλέσεις
τὸ
ὄνομα
αὐτοῦ
Ισμαηλ
,
ὅτι
ἐπήκουσεν
κύριος
τῇ
ταπεινώσει
σου
.
Verse: 12
οὗτος
ἔσται
ἄγροικος
ἄνϑρωπος
·
αἱ
χεῖρες
αὐτοῦ
ἐπὶ
πάντας
,
καὶ
αἱ
χεῖρες
πάντων
ἐπ
'
αὐτόν
,
καὶ
κατὰ
πρόσωπον
πάντων
τῶν
ἀδελϕῶν
αὐτοῦ
κατοικήσει
.
Verse: 13
καὶ
ἐκάλεσεν
Αγαρ
τὸ
ὄνομα
κυρίου
τοῦ
λαλοῦντος
πρὸς
αὐτήν
Σὺ
ὁ
ϑεὸς
ὁ
ἐπιδών
με
·
ὅτι
εἶπεν
Καὶ
γὰρ
ἐνώπιον
εἶδον
ὀϕϑέντα
μοι
.
Verse: 14
ἕνεκεν
τούτου
ἐκάλεσεν
τὸ
ϕρέαρ
Φρέαρ
οὗ
ἐνώπιον
εἶδον
·
ἰδοὺ
ἀνὰ
μέσον
Καδης
καὶ
ἀνὰ
μέσον
Βαραδ
.
Verse: 15
Καὶ
ἔτεκεν
Αγαρ
τῷ
Αβραμ
υἱόν
,
καὶ
ἐκάλεσεν
Αβραμ
τὸ
ὄνομα
τοῦ
υἱοῦ
αὐτοῦ
,
ὃν
ἔτεκεν
αὐτῷ
Αγαρ
,
Ισμαηλ
.
Verse: 16
Αβραμ
δὲ
ἦν
ὀγδοήκοντα
ἓξ
ἐτῶν
,
ἡνίκα
ἔτεκεν
Αγαρ
τὸν
Ισμαηλ
τῷ
Αβραμ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.