TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 5
Previous part

Chapter: 5 
Verse: 1    Αὕτη βίβλος γενέσεως ἀνϑρώπων· ἡμέρᾳ ἐποίησεν ϑεὸς τὸν Αδαμ, κατ' εἰκόνα ϑεοῦ ἐποίησεν αὐτόν·
Verse: 2    
ἄρσεν καὶ ϑῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς. καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν Αδαμ, ἡμέρᾳ ἐποίησεν αὐτούς.
Verse: 3    
ἔζησεν δὲ Αδαμ διακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σηϑ.
Verse: 4    
ἐγένοντο δὲ αἱ ἡμέραι Αδαμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σηϑ ἑπτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας.
Verse: 5    
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Αδαμ, ἃς ἔζησεν, ἐννακόσια καὶ τριάκοντα ἔτη, καὶ ἀπέϑανεν.
Verse: 6    
῎Εζησεν δὲ Σηϑ διακόσια καὶ πέντε ἔτη καὶ ἐγέννησεν τὸν Ενως.
Verse: 7    
καὶ ἔζησεν Σηϑ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ενως ἑπτακόσια καὶ ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας.
Verse: 8    
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σηϑ ἐννακόσια καὶ δώδεκα ἔτη, καὶ ἀπέϑανεν.
Verse: 9    
Καὶ ἔζησεν Ενως ἑκατὸν ἐνενήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Καιναν.
Verse: 10    
καὶ ἔζησεν Ενως μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καιναν ἑπτακόσια καὶ δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας.
Verse: 11    
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ενως ἐννακόσια καὶ πέντε ἔτη, καὶ ἀπέϑανεν.
Verse: 12    
Καὶ ἔζησεν Καιναν ἑκατὸν ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Μαλελεηλ.
Verse: 13    
καὶ ἔζησεν Καιναν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεηλ ἑπτακόσια καὶ τεσσαράκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας.
Verse: 14    
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καιναν ἐννακόσια καὶ δέκα ἔτη, καὶ ἀπέϑανεν.
Verse: 15    
Καὶ ἔζησεν Μαλελεηλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Ιαρεδ.
Verse: 16    
καὶ ἔζησεν Μαλελεηλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ιαρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας.
Verse: 17    
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεηλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη, καὶ ἀπέϑανεν.
Verse: 18    
Καὶ ἔζησεν Ιαρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν Ενωχ.
Verse: 19    
καὶ ἔζησεν Ιαρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ενωχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας.
Verse: 20    
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ιαρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη, καὶ ἀπέϑανεν.
Verse: 21    
Καὶ ἔζησεν Ενωχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Μαϑουσαλα.
Verse: 22    
εὐηρέστησεν δὲ Ενωχ τῷ ϑεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαϑουσαλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας.
Verse: 23    
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ενωχ τριακόσια ἑξήκοντα πέντε ἔτη.
Verse: 24    
καὶ εὐηρέστησεν Ενωχ τῷ ϑεῷ καὶ οὐχ ηὑρίσκετο, ὅτι μετέϑηκεν αὐτὸν ϑεός.
Verse: 25    
Καὶ ἔζησεν Μαϑουσαλα ἑκατὸν καὶ ἑξήκοντα ἑπτὰ ἔτη καὶ ἐγέννησεν τὸν Λαμεχ.
Verse: 26    
καὶ ἔζησεν Μαϑουσαλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λαμεχ ὀκτακόσια δύο ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας.
Verse: 27    
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαϑουσαλα, ἃς ἔζησεν, ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη, καὶ ἀπέϑανεν.
Verse: 28    
Καὶ ἔζησεν Λαμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη καὶ ἐγέννησεν υἱὸν
Verse: 29    
καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Νωε λέγων Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο κύριος ϑεός.
Verse: 30    
καὶ ἔζησεν Λαμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νωε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας.
Verse: 31    
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λαμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη, καὶ ἀπέϑανεν.
Verse: 32    
Καὶ ἦν Νωε ἐτῶν πεντακοσίων καὶ ἐγέννησεν Νωε τρεῖς υἱούς, τὸν Σημ, τὸν Χαμ, τὸν Ιαϕεϑ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.