TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 3
Previous part

Chapter: 3 
Verse: 1    ῾Ο δὲ ὄϕις ἦν ϕρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησεν κύριος θεός· καὶ εἶπεν ὄϕις τῇ γυναικί Τί ὅτι εἶπεν θεός Οὐ μὴ ϕάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ;
Verse: 2    
καὶ εἶπεν γυνὴ τῷ ὄϕει ᾽Απὸ καρποῦ ξύλου τοῦ παραδείσου ϕαγόμεθα,
Verse: 3    
ἀπὸ δὲ καρποῦ τοῦ ξύλου, ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν θεός Οὐ ϕάγεσθε ἀπ' αὐτοῦ οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε.
Verse: 4    
καὶ εἶπεν ὄϕις τῇ γυναικί Οὐ θανάτῳ ἀποθανεῖσθε·
Verse: 5    
ᾔδει γὰρ θεὸς ὅτι ἐν ἂν ἡμέρᾳ ϕάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀϕθαλμοί, καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν.
Verse: 6    
καὶ εἶδεν γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀϕθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστιν τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔϕαγεν· καὶ ἔδωκεν καὶ τῷ ἀνδρὶ αὐτῆς μετ' αὐτῆς, καὶ ἔϕαγον.
Verse: 7    
καὶ διηνοίχθησαν οἱ ὀϕθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν ϕύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.
Verse: 8    
Καὶ ἤκουσαν τὴν ϕωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν τε Αδαμ καὶ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου.
Verse: 9    
καὶ ἐκάλεσεν κύριος θεὸς τὸν Αδαμ καὶ εἶπεν αὐτῷ Αδαμ, ποῦ εἶ;
Verse: 10    
καὶ εἶπεν αὐτῷ Τὴν ϕωνήν σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐϕοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην.
Verse: 11    
καὶ εἶπεν αὐτῷ Τίς ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἶ; μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ ϕαγεῖν ἀπ' αὐτοῦ, ἔϕαγες;
Verse: 12    
καὶ εἶπεν Αδαμ ῾Η γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔϕαγον.
Verse: 13    
καὶ εἶπεν κύριος θεὸς τῇ γυναικί Τί τοῦτο ἐποίησας; καὶ εἶπεν γυνή ῾Ο ὄϕις ἠπάτησέν με, καὶ ἔϕαγον.
Verse: 14    
καὶ εἶπεν κύριος θεὸς τῷ ὄϕει ῞Οτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν ϕάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
Verse: 15    
καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεϕαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
Verse: 16    
καὶ τῇ γυναικὶ εἶπεν Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου, ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἀποστροϕή σου, καὶ αὐτός σου κυριεύσει.
Verse: 17    
τῷ δὲ Αδαμ εἶπεν ῞Οτι ἤκουσας τῆς ϕωνῆς τῆς γυναικός σου καὶ ἔϕαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ ϕαγεῖν ἀπ' αὐτοῦ, ἐπικατάρατος γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις ϕάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
Verse: 18    
ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ ϕάγῃ τὸν χόρτον τοῦ ἀγροῦ.
Verse: 19    
ἐν ἱδρῶτι τοῦ προσώπου σου ϕάγῃ τὸν ἄρτον σου ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήμϕθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.
Verse: 20    
καὶ ἐκάλεσεν Αδαμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.
Verse: 21    
Καὶ ἐποίησεν κύριος θεὸς τῷ Αδαμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς.
Verse: 22    
καὶ εἶπεν θεός ᾽Ιδοὺ Αδαμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ϕάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα.
Verse: 23    
καὶ ἐξαπέστειλεν αὐτὸν κύριος θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυϕῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήμϕθη.
Verse: 24    
καὶ ἐξέβαλεν τὸν Αδαμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυϕῆς καὶ ἔταξεν τὰ χερουβιμ καὶ τὴν ϕλογίνην ῥομϕαίαν τὴν στρεϕομένην ϕυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.