TITUS
Novum Testamentum graece
Part No. 211
Previous part

Chapter: 5 
Verse: 1    Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνϑρώπων λαμβανόμενος ὑπὲρ ἀνϑρώπων καϑίσταται τὰ πρὸς τὸν ϑεόν, ἵνα προσϕέρῃ δῶρά τε καὶ ϑυσίας ὑπὲρ ἁμαρτιῶν,
Verse: 2    
μετριοπαϑεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσϑένειαν,
Verse: 3    
καὶ δι' αὐτὴν ὀϕείλει καϑὼς περὶ τοῦ λαοῦ οὕτως καὶ περὶ αὑτοῦ προσϕέρειν περὶ ἁμαρτιῶν.
Verse: 4    
καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ ϑεοῦ, καϑώσπερ καὶ ᾽Ααρών.
Verse: 5    
Οὕτως καὶ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηϑῆναι ἀρχιερέα, ἀλλ' λαλήσας πρὸς αὐτόν, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·
Verse: 6    
καϑὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.
Verse: 7    
ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ ϑανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσϑεὶς ἀπὸ τῆς εὐλαβείας,
Verse: 8    
καίπερ ὢν υἱὸς ἔμαϑεν ἀϕ' ὧν ἔπαϑεν τὴν ὑπακοήν·
Verse: 9    
καὶ τελειωϑεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου,
Verse: 10    
προσαγορευϑεὶς ὑπὸ τοῦ ϑεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.
Verse: 11    
Περὶ οὗ πολὺς ἡμῖν λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωϑροὶ γεγόνατε ταῖς ἀκοαῖς.
Verse: 12    
καὶ γὰρ ὀϕείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ ϑεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, [καὶ] οὐ στερεᾶς τροϕῆς.
Verse: 13    
πᾶς γὰρ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν·
Verse: 14    
τελείων δέ ἐστιν στερεὰ τροϕή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσϑητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.