TITUS
Novum Testamentum graece
Part No. 210
Previous part

Chapter: 4 
Verse: 1    Φοβηϑῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελϑεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι·
Verse: 2    
καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καϑάπερ κἀκεῖνοι, ἀλλ' οὐκ ὠϕέλησεν λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν.
Verse: 3    
εἰσερχόμεϑα γὰρ εἰς [τὴν] κατάπαυσιν οἱ πιστεύσαντες, καϑὼς εἴρηκεν, ῾Ως ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηϑέντων.
Verse: 4    
εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως, Καὶ κατέπαυσεν ϑεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ·
Verse: 5    
καὶ ἐν τούτῳ πάλιν, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Verse: 6    
ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελϑεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισϑέντες οὐκ εἰσῆλϑον δι' ἀπείϑειαν,
Verse: 7    
πάλιν τινὰ ὁρίζει ἡμέραν, Σήμερον, ἐν Δαυὶδ λέγων μετὰ τοσοῦτον χρόνον, καϑὼς προείρηται, Σήμερον ἐὰν τῆς ϕωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.
Verse: 8    
εἰ γὰρ αὐτοὺς ᾽Ιησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.
Verse: 9    
ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ ϑεοῦ·
Verse: 10    
γὰρ εἰσελϑὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων ϑεός.
Verse: 11    
σπουδάσωμεν οὖν εἰσελϑεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειϑείας.
Verse: 12    
Ζῶν γὰρ λόγος τοῦ ϑεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνϑυμήσεων καὶ ἐννοιῶν καρδίας·
Verse: 13    
καὶ οὐκ ἔστιν κτίσις ἀϕανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀϕϑαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν λόγος.
Verse: 14    
῎Εχοντες οὖν ἀρχιερέα μέγαν διεληλυϑότα τοὺς οὐρανούς, ᾽Ιησοῦν τὸν υἱὸν τοῦ ϑεοῦ, κρατῶμεν τῆς ὁμολογίας·
Verse: 15    
οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαϑῆσαι ταῖς ἀσϑενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καϑ' ὁμοιότητα χωρὶς ἁμαρτίας.
Verse: 16    
προσερχώμεϑα οὖν μετὰ παρρησίας τῷ ϑρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήϑειαν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.