TITUS
Novum Testamentum graece
Part No. 130
Previous part

Chapter: 11 
Verse: 1    Λέγω οὖν, μὴ ἀπώσατο ϑεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ ᾽Ισραηλίτης εἰμί, ἐκ σπέρματος ᾽Αβραάμ, ϕυλῆς Βενιαμείν.
Verse: 2    
οὐκ ἀπώσατο ϑεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. οὐκ οἴδατε ἐν ᾽Ηλίᾳ τί λέγει γραϕή; ὡς ἐντυγχάνει τῷ ϑεῷ κατὰ τοῦ ᾽Ισραήλ,
Verse: 3    
Κύριε, τοὺς προϕήτας σου ἀπέκτειναν, τὰ ϑυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείϕϑην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.
Verse: 4    
ἀλλὰ τί λέγει αὐτῷ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
Verse: 5    
οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν·
Verse: 6    
εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ χάρις οὐκέτι γίνεται χάρις.
Verse: 7    
τί οὖν; ἐπιζητεῖ ᾽Ισραήλ, τοῦτο οὐκ ἐπέτυχεν, δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώϑησαν,
Verse: 8    
καϑὼς γέγραπται, ῎Εδωκεν αὐτοῖς ϑεὸς πνεῦμα κατανύξεως, ὀϕϑαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.
Verse: 9    
καὶ Δαυὶδ λέγει, Γενηϑήτω τράπεζα αὐτῶν εἰς παγίδακαὶ εἰς ϑήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς,
Verse: 10    
σκοτισϑήτωσαν οἱ ὀϕϑαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.
Verse: 11    
Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι σωτηρία τοῖς ἔϑνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
Verse: 12    
εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐϑνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν.
Verse: 13    
῾Υμῖν δὲ λέγω τοῖς ἔϑνεσιν. ἐϕ' ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐϑνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
Verse: 14    
εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.
Verse: 15    
εἰ γὰρ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
Verse: 16    
εἰ δὲ ἀπαρχὴ ἁγία, καὶ τὸ ϕύραμα· καὶ εἰ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
Verse: 17    
Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσϑησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσϑης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου,
Verse: 18    
μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ῥίζα σέ.
Verse: 19    
ἐρεῖς οὖν, ᾽Εξεκλάσϑησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισϑῶ.
Verse: 20    
καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσϑησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλὰ ϕρόνει, ἀλλὰ ϕοβοῦ·
Verse: 21    
εἰ γὰρ ϑεὸς τῶν κατὰ ϕύσιν κλάδων οὐκ ἐϕείσατο, οὐδὲ σοῦ ϕείσεται.
Verse: 22    
ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν ϑεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία, ἐπὶ δὲ σὲ χρηστότης ϑεοῦ, ἐὰν ἐπιμένῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
Verse: 23    
κἀκεῖνοι δέ, ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ, ἐγκεντρισϑήσονται· δυνατὸς γάρ ἐστιν ϑεὸς πάλιν ἐγκεντρίσαι αὐτούς.
Verse: 24    
εἰ γὰρ σὺ ἐκ τῆς κατὰ ϕύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ ϕύσιν ἐνεκεντρίσϑης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ ϕύσιν ἐγκεντρισϑήσονται τῇ ἰδίᾳ ἐλαίᾳ.
Verse: 25    
Οὐ γὰρ ϑέλω ὑμᾶς ἀγνοεῖν, ἀδελϕοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε [ἐν] ἑαυτοῖς ϕρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ ᾽Ισραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐϑνῶν εἰσέλϑῃ,
Verse: 26    
καὶ οὕτως πᾶς ᾽Ισραὴλ σωϑήσεται· καϑὼς γέγραπται, ῞Ηξει ἐκ Σιὼν ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ ᾽Ιακώβ·
Verse: 27    
καὶ αὕτη αὐτοῖς παρ' ἐμοῦ διαϑήκη, ὅταν ἀϕέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
Verse: 28    
κατὰ μὲν τὸ εὐαγγέλιον ἐχϑροὶ δι' ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας·
Verse: 29    
ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ κλῆσις τοῦ ϑεοῦ.
Verse: 30    
ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειϑήσατε τῷ ϑεῷ, νῦν δὲ ἠλεήϑητε τῇ τούτων ἀπειϑείᾳ,
Verse: 31    
οὕτως καὶ οὗτοι νῦν ἠπείϑησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ νῦν ἐλεηϑῶσιν·
Verse: 32    
συνέκλεισεν γὰρ ϑεὸς τοὺς πάντας εἰς ἀπείϑειαν ἵνα τοὺς πάντας ἐλεήσῃ.
Verse: 33    
῍Ω βάϑος πλούτου καὶ σοϕίας καὶ γνώσεως ϑεοῦ· ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
Verse: 34    
Τίσγὰρ ἔγνω νοῦν κυρίου; τίς σύμβουλος αὐτοῦ ἐγένετο;
Verse: 35    
τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοϑήσεται αὐτῷ;
Verse: 36    
ὅτι ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.