TITUS
Novum Testamentum graece
Part No. 129
Previous part

Chapter: 10 
Verse: 1    ᾽Αδελϕοί, μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ δέησις πρὸς τὸν ϑεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.
Verse: 2    
μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον ϑεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν·
Verse: 3    
ἀγνοοῦντες γὰρ τὴν τοῦ ϑεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ ϑεοῦ οὐχ ὑπετάγησαν·
Verse: 4    
τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Verse: 5    
Μωϋσῆς γὰρ γράϕει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι ποιήσας ἄνϑρωπος ζήσεται ἐν αὐτῇ.
Verse: 6    
δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;   τοῦτ' ἔστιν Χριστὸν καταγαγεῖν·
Verse: 7    
, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;τοῦτ' ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
Verse: 8    
ἀλλὰ τί λέγει; ᾽Εγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ' ἔστιν τὸ ῥῆμα τῆς πίστεως κηρύσσομεν.
Verse: 9    
ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον ᾽Ιησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ϑεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωϑήσῃ·
Verse: 10    
καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Verse: 11    
λέγει γὰρ γραϕή, Πᾶς πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνϑήσεται.
Verse: 12    
οὐ γάρ ἐστιν διαστολὴ ᾽Ιουδαίου τε καὶ ῞Ελληνος, γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·
Verse: 13    
Πᾶσγὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωϑήσεται.
Verse: 14    
Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος;
Verse: 15    
πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; καϑὼς γέγραπται, ῾Ως ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαϑά.
Verse: 16    
᾽Αλλ' οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· ᾽Ησαίας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
Verse: 17    
ἄρα πίστις ἐξ ἀκοῆς, δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.
Verse: 18    
ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλϑεν ϕϑόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Verse: 19    
ἀλλὰ λέγω, μὴ ᾽Ισραὴλ οὐκ ἔγνω; πρῶτος Μωϋσῆς λέγει, ᾽Εγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔϑνει, ἐπ' ἔϑνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
Verse: 20    
᾽Ησαίας δὲ ἀποτολμᾷ καὶ λέγει, Εὑρέϑην [ἐν] τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμϕανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.
Verse: 21    
πρὸς δὲ τὸν ᾽Ισραὴλ λέγει, ῞Ολην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειϑοῦντα καὶ ἀντιλέγοντα. /

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.