TITUS
Novum Testamentum graece
Part No. 103
Previous part

Chapter: 12 
Verse: 1    Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
Verse: 2    
ἀνεῖλεν δὲ ᾽Ιάκωβον τὸν ἀδελϕὸν ᾽Ιωάννου μαχαίρῃ.
Verse: 3    
ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς ᾽Ιουδαίοις προσέϑετο συλλαβεῖν καὶ Πέτρον [ἦσαν δὲ ἡμέραι τῶν ἀζύμων],
Verse: 4    
ὃν καὶ πιάσας ἔϑετο εἰς ϕυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν ϕυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
Verse: 5    
μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ ϕυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν ϑεὸν περὶ αὐτοῦ.
Verse: 6    
῞Οτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν ῾Ηρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, ϕύλακές τε πρὸ τῆς ϑύρας ἐτήρουν τὴν ϕυλακήν.
Verse: 7    
καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ ϕῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων, ᾽Ανάστα ἐν τάχει. καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
Verse: 8    
εἶπεν δὲ ἄγγελος πρὸς αὐτόν, Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούϑει μοι.
Verse: 9    
καὶ ἐξελϑὼν ἠκολούϑει, καὶ οὐκ ᾔδει ὅτι ἀληϑές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
Verse: 10    
διελϑόντες δὲ πρώτην ϕυλακὴν καὶ δευτέραν ἦλϑαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν ϕέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελϑόντες προῆλϑον ῥύμην μίαν, καὶ εὐϑέως ἀπέστη ἄγγελος ἀπ' αὐτοῦ.
Verse: 11    
καὶ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν, Νῦν οἶδα ἀληϑῶς ὅτι ἐξαπέστειλεν [ὁ] κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾽Ιουδαίων.
Verse: 12    
συνιδών τε ἦλϑεν ἐπὶ τὴν οἰκίαν τῆς Μαρίας τῆς μητρὸς ᾽Ιωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηϑροισμένοι καὶ προσευχόμενοι.
Verse: 13    
κρούσαντος δὲ αὐτοῦ τὴν ϑύραν τοῦ πυλῶνος προσῆλϑεν παιδίσκη ὑπακοῦσαι ὀνόματι ῾Ρόδη·
Verse: 14    
καὶ ἐπιγνοῦσα τὴν ϕωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
Verse: 15    
οἱ δὲ πρὸς αὐτὴν εἶπαν, Μαίνῃ. δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον, ῾Ο ἄγγελός ἐστιν αὐτοῦ.
Verse: 16    
δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν.
Verse: 17    
κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο [αὐτοῖς] πῶς κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς ϕυλακῆς, εἶπέν τε, ᾽Απαγγείλατε ᾽Ιακώβῳ καὶ τοῖς ἀδελϕοῖς ταῦτα. καὶ ἐξελϑὼν ἐπορεύϑη εἰς ἕτερον τόπον.
Verse: 18    
Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα Πέτρος ἐγένετο.
Verse: 19    
῾Ηρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς ϕύλακας ἐκέλευσεν ἀπαχϑῆναι, καὶ κατελϑὼν ἀπὸ τῆς ᾽Ιουδαίας εἰς Καισάρειαν διέτριβεν.
Verse: 20    
῏Ην δὲ ϑυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοϑυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέϕεσϑαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
Verse: 21    
τακτῇ δὲ ἡμέρᾳ ῾Ηρῴδης ἐνδυσάμενος ἐσϑῆτα βασιλικὴν [καὶ] καϑίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς·
Verse: 22    
δὲ δῆμος ἐπεϕώνει, Θεοῦ ϕωνὴ καὶ οὐκ ἀνϑρώπου.
Verse: 23    
παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνϑ' ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ ϑεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
Verse: 24    
῾Ο δὲ λόγος τοῦ ϑεοῦ ηὔξανεν καὶ ἐπληϑύνετο.
Verse: 25    
Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς ᾽Ιερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες ᾽Ιωάννην τὸν ἐπικληϑέντα Μᾶρκον.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.