TITUS
Novum Testamentum graece
Part No. 102
Previous part

Chapter: 11 
Verse: 1    ῎Ηκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελϕοὶ οἱ ὄντες κατὰ τὴν ᾽Ιουδαίαν ὅτι καὶ τὰ ἔϑνη ἐδέξαντο τὸν λόγον τοῦ ϑεοῦ.
Verse: 2    
ὅτε δὲ ἀνέβη Πέτρος εἰς ᾽Ιερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
Verse: 3    
λέγοντες ὅτι Εἰσῆλϑες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέϕαγες αὐτοῖς.
Verse: 4    
ἀρξάμενος δὲ Πέτρος ἐξετίϑετο αὐτοῖς καϑεξῆς λέγων,
Verse: 5    
᾽Εγὼ ἤμην ἐν πόλει ᾽Ιόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀϑόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καϑιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλϑεν ἄχρι ἐμοῦ·
Verse: 6    
εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ ϑηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
Verse: 7    
ἤκουσα δὲ καὶ ϕωνῆς λεγούσης μοι, ᾽Αναστάς, Πέτρε, ϑῦσον καὶ ϕάγε.
Verse: 8    
εἶπον δέ, Μηδαμῶς, κύριε, ὅτι κοινὸν ἀκάϑαρτον οὐδέποτε εἰσῆλϑεν εἰς τὸ στόμα μου.
Verse: 9    
ἀπεκρίϑη δὲ ϕωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, ῝Α ϑεὸς ἐκαϑάρισεν σὺ μὴ κοίνου.
Verse: 10    
τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσϑη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.
Verse: 11    
καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
Verse: 12    
εἶπεν δὲ τὸ πνεῦμά μοι συνελϑεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλϑον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελϕοὶ οὗτοι, καὶ εἰσήλϑομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
Verse: 13    
ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταϑέντα καὶ εἰπόντα, ᾽Απόστειλον εἰς ᾽Ιόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
Verse: 14    
ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωϑήσῃ σὺ καὶ πᾶς οἶκός σου.
Verse: 15    
ἐν δὲ τῷ ἄρξασϑαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοὺς ὥσπερ καὶ ἐϕ' ἡμᾶς ἐν ἀρχῇ.
Verse: 16    
ἐμνήσϑην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἔλεγεν, ᾽Ιωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισϑήσεσϑε ἐν πνεύματι ἁγίῳ.
Verse: 17    
εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ϑεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον ᾽Ιησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν ϑεόν;
Verse: 18    
ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν ϑεὸν λέγοντες, ῎Αρα καὶ τοῖς ἔϑνεσιν ϑεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.
Verse: 19    
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς ϑλίψεως τῆς γενομένης ἐπὶ Στεϕάνῳ διῆλϑον ἕως Φοινίκης καὶ Κύπρου καὶ ᾽Αντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον ᾽Ιουδαίοις.
Verse: 20    
ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλϑόντες εἰς ᾽Αντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς ῞Ελληνας, εὐαγγελιζόμενοι τὸν κύριον ᾽Ιησοῦν.
Verse: 21    
καὶ ἦν χεὶρ κυρίου μετ' αὐτῶν, πολύς τε ἀριϑμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
Verse: 22    
ἠκούσϑη δὲ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν ᾽Ιερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρναβᾶν ἕως ᾽Αντιοχείας·
Verse: 23    
ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν [τὴν] τοῦ ϑεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προϑέσει τῇ καρδίας προσμένειν τῷ κυρίῳ,
Verse: 24    
ὅτι ἦν ἀνὴρ ἀγαϑὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέϑη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
Verse: 25    
ἐξῆλϑεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον,
Verse: 26    
καὶ εὑρὼν ἤγαγεν εἰς ᾽Αντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχϑῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν ᾽Αντιοχείᾳ τοὺς μαϑητὰς Χριστιανούς.
Verse: 27    
᾽Εν ταύταις δὲ ταῖς ἡμέραις κατῆλϑον ἀπὸ ῾Ιεροσολύμων προϕῆται εἰς ᾽Αντιόχειαν·
Verse: 28    
ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι ῞Αγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσϑαι ἐϕ' ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου.
Verse: 29    
τῶν δὲ μαϑητῶν καϑὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ ᾽Ιουδαίᾳ ἀδελϕοῖς·
Verse: 30    
καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.