TITUS
Novum Testamentum graece
Part No. 60
Chapter: 16
Verse: 1
῎Ελεγεν
δὲ
καὶ
πρὸς
τοὺς
μαϑητάς
,
῎Ανϑρωπός
τις
ἦν
πλούσιος
ὃς
εἶχεν
οἰκονόμον
,
καὶ
οὗτος
διεβλήϑη
αὐτῷ
ὡς
διασκορπίζων
τὰ
ὑπάρχοντα
αὐτοῦ
.
Verse: 2
καὶ
ϕωνήσας
αὐτὸν
εἶπεν
αὐτῷ
,
Τί
τοῦτο
ἀκούω
περὶ
σοῦ
;
ἀπόδος
τὸν
λόγον
τῆς
οἰκονομίας
σου
,
οὐ
γὰρ
δύνῃ
ἔτι
οἰκονομεῖν
.
Verse: 3
εἶπεν
δὲ
ἐν
ἑαυτῷ
ὁ
οἰκονόμος
,
Τί
ποιήσω
,
ὅτι
ὁ
κύριός
μου
ἀϕαιρεῖται
τὴν
οἰκονομίαν
ἀπ
'
ἐμοῦ
;
σκάπτειν
οὐκ
ἰσχύω
,
ἐπαιτεῖν
αἰσχύνομαι
.
Verse: 4
ἔγνων
τί
ποιήσω
,
ἵνα
ὅταν
μετασταϑῶ
ἐκ
τῆς
οἰκονομίας
δέξωνταί
με
εἰς
τοὺς
οἴκους
ἑαυτῶν
.
Verse: 5
καὶ
προσκαλεσάμενος
ἕνα
ἕκαστον
τῶν
χρεοϕειλετῶν
τοῦ
κυρίου
ἑαυτοῦ
ἔλεγεν
τῷ
πρώτῳ
,
Πόσον
ὀϕείλεις
τῷ
κυρίῳ
μου
;
Verse: 6
ὁ
δὲ
εἶπεν
,
῾Εκατὸν
βάτους
ἐλαίου
.
ὁ
δὲ
εἶπεν
αὐτῷ
,
Δέξαι
σου
τὰ
γράμματα
καὶ
καϑίσας
ταχέως
γράψον
πεντήκοντα
.
Verse: 7
ἔπειτα
ἑτέρῳ
εἶπεν
,
Σὺ
δὲ
πόσον
ὀϕείλεις
;
ὁ
δὲ
εἶπεν
,
῾Εκατὸν
κόρους
σίτου
.
λέγει
αὐτῷ
,
Δέξαι
σου
τὰ
γράμματα
καὶ
γράψον
ὀγδοήκοντα
.
Verse: 8
καὶ
ἐπῄνεσεν
ὁ
κύριος
τὸν
οἰκονόμον
τῆς
ἀδικίας
ὅτι
ϕρονίμως
ἐποίησεν
·
ὅτι
οἱ
υἱοὶ
τοῦ
αἰῶνος
τούτου
ϕρονιμώτεροι
ὑπὲρ
τοὺς
υἱοὺς
τοῦ
ϕωτὸς
εἰς
τὴν
γενεὰν
τὴν
ἑαυτῶν
εἰσιν
.
Verse: 9
Καὶ
ἐγὼ
ὑμῖν
λέγω
,
ἑαυτοῖς
ποιήσατε
ϕίλους
ἐκ
τοῦ
μαμωνᾶ
τῆς
ἀδικίας
,
ἵνα
ὅταν
ἐκλίπῃ
δέξωνται
ὑμᾶς
εἰς
τὰς
αἰωνίους
σκηνάς
.
Verse: 10
ὁ
πιστὸς
ἐν
ἐλαχίστῳ
καὶ
ἐν
πολλῷ
πιστός
ἐστιν
,
καὶ
ὁ
ἐν
ἐλαχίστῳ
ἄδικος
καὶ
ἐν
πολλῷ
ἄδικός
ἐστιν
.
Verse: 11
εἰ
οὖν
ἐν
τῷ
ἀδίκῳ
μαμωνᾷ
πιστοὶ
οὐκ
ἐγένεσϑε
,
τὸ
ἀληϑινὸν
τίς
ὑμῖν
πιστεύσει
;
Verse: 12
καὶ
εἰ
ἐν
τῷ
ἀλλοτρίῳ
πιστοὶ
οὐκ
ἐγένεσϑε
,
τὸ
ὑμέτερον
τίς
δώσει
ὑμῖν
;
Verse: 13
Οὐδεὶς
οἰκέτης
δύναται
δυσὶ
κυρίοις
δουλεύειν
·
ἢ
γὰρ
τὸν
ἕνα
μισήσει
καὶ
τὸν
ἕτερον
ἀγαπήσει
,
ἢ
ἑνὸς
ἀνϑέξεται
καὶ
τοῦ
ἑτέρου
καταϕρονήσει
.
οὐ
δύνασϑε
ϑεῷ
δουλεύειν
καὶ
μαμωνᾷ
.
Verse: 14
῎Ηκουον
δὲ
ταῦτα
πάντα
οἱ
Φαρισαῖοι
ϕιλάργυροι
ὑπάρχοντες
,
καὶ
ἐξεμυκτήριζον
αὐτόν
.
Verse: 15
καὶ
εἶπεν
αὐτοῖς
,
῾Υμεῖς
ἐστε
οἱ
δικαιοῦντες
ἑαυτοὺς
ἐνώπιον
τῶν
ἀνϑρώπων
,
ὁ
δὲ
ϑεὸς
γινώσκει
τὰς
καρδίας
ὑμῶν
·
ὅτι
τὸ
ἐν
ἀνϑρώποις
ὑψηλὸν
βδέλυγμα
ἐνώπιον
τοῦ
ϑεοῦ
.
Verse: 16
῾Ο
νόμος
καὶ
οἱ
προϕῆται
μέχρι
᾽Ιωάννου
·
ἀπὸ
τότε
ἡ
βασιλεία
τοῦ
ϑεοῦ
εὐαγγελίζεται
καὶ
πᾶς
εἰς
αὐτὴν
βιάζεται
.
Verse: 17
Εὐκοπώτερον
δέ
ἐστιν
τὸν
οὐρανὸν
καὶ
τὴν
γῆν
παρελϑεῖν
ἢ
τοῦ
νόμου
μίαν
κεραίαν
πεσεῖν
.
Verse: 18
Πᾶς
ὁ
ἀπολύων
τὴν
γυναῖκα
αὐτοῦ
καὶ
γαμῶν
ἑτέραν
μοιχεύει
,
καὶ
ὁ
ἀπολελυμένην
ἀπὸ
ἀνδρὸς
γαμῶν
μοιχεύει
.
Verse: 19
῎Ανϑρωπος
δέ
τις
ἦν
πλούσιος
,
καὶ
ἐνεδιδύσκετο
πορϕύραν
καὶ
βύσσον
εὐϕραινόμενος
καϑ
'
ἡμέραν
λαμπρῶς
.
Verse: 20
πτωχὸς
δέ
τις
ὀνόματι
Λάζαρος
ἐβέβλητο
πρὸς
τὸν
πυλῶνα
αὐτοῦ
εἱλκωμένος
Verse: 21
καὶ
ἐπιϑυμῶν
χορτασϑῆναι
ἀπὸ
τῶν
πιπτόντων
ἀπὸ
τῆς
τραπέζης
τοῦ
πλουσίου
·
ἀλλὰ
καὶ
οἱ
κύνες
ἐρχόμενοι
ἐπέλειχον
τὰ
ἕλκη
αὐτοῦ
.
Verse: 22
ἐγένετο
δὲ
ἀποϑανεῖν
τὸν
πτωχὸν
καὶ
ἀπενεχϑῆναι
αὐτὸν
ὑπὸ
τῶν
ἀγγέλων
εἰς
τὸν
κόλπον
᾽Αβραάμ
·
ἀπέϑανεν
δὲ
καὶ
ὁ
πλούσιος
καὶ
ἐτάϕη
.
Verse: 23
καὶ
ἐν
τῷ
ᾅδῃ
ἐπάρας
τοὺς
ὀϕϑαλμοὺς
αὐτοῦ
,
ὑπάρχων
ἐν
βασάνοις
,
ὁρᾷ
᾽Αβραὰμ
ἀπὸ
μακρόϑεν
καὶ
Λάζαρον
ἐν
τοῖς
κόλποις
αὐτοῦ
.
Verse: 24
καὶ
αὐτὸς
ϕωνήσας
εἶπεν
,
Πάτερ
᾽Αβραάμ
,
ἐλέησόν
με
καὶ
πέμψον
Λάζαρον
ἵνα
βάψῃ
τὸ
ἄκρον
τοῦ
δακτύλου
αὐτοῦ
ὕδατος
καὶ
καταψύξῃ
τὴν
γλῶσσάν
μου
,
ὅτι
ὀδυνῶμαι
ἐν
τῇ
ϕλογὶ
ταύτῃ
.
Verse: 25
εἶπεν
δὲ
᾽Αβραάμ
,
Τέκνον
,
μνήσϑητι
ὅτι
ἀπέλαβες
τὰ
ἀγαϑά
σου
ἐν
τῇ
ζωῇ
σου
,
καὶ
Λάζαρος
ὁμοίως
τὰ
κακά
·
νῦν
δὲ
ὧδε
παρακαλεῖται
σὺ
δὲ
ὀδυνᾶσαι
.
Verse: 26
καὶ
ἐν
πᾶσι
τούτοις
μεταξὺ
ἡμῶν
καὶ
ὑμῶν
χάσμα
μέγα
ἐστήρικται
,
ὅπως
οἱ
ϑέλοντες
διαβῆναι
ἔνϑεν
πρὸς
ὑμᾶς
μὴ
δύνωνται
,
μηδὲ
ἐκεῖϑεν
πρὸς
ἡμᾶς
διαπερῶσιν
.
Verse: 27
εἶπεν
δέ
,
᾽Ερωτῶ
σε
οὖν
,
πάτερ
,
ἵνα
πέμψῃς
αὐτὸν
εἰς
τὸν
οἶκον
τοῦ
πατρός
μου
,
Verse: 28
ἔχω
γὰρ
πέντε
ἀδελϕούς
,
ὅπως
διαμαρτύρηται
αὐτοῖς
,
ἵνα
μὴ
καὶ
αὐτοὶ
ἔλϑωσιν
εἰς
τὸν
τόπον
τοῦτον
τῆς
βασάνου
.
Verse: 29
λέγει
δὲ
᾽Αβραάμ
,
῎Εχουσι
Μωϋσέα
καὶ
τοὺς
προϕήτας
·
ἀκουσάτωσαν
αὐτῶν
.
Verse: 30
ὁ
δὲ
εἶπεν
,
Οὐχί
,
πάτερ
᾽Αβραάμ
,
ἀλλ
'
ἐάν
τις
ἀπὸ
νεκρῶν
πορευϑῇ
πρὸς
αὐτοὺς
μετανοήσουσιν
.
Verse: 31
εἶπεν
δὲ
αὐτῷ
,
Εἰ
Μωϋσέως
καὶ
τῶν
προϕητῶν
οὐκ
ἀκούουσιν
,
οὐδ
'
ἐάν
τις
ἐκ
νεκρῶν
ἀναστῇ
πεισϑήσονται
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.