TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 6
Previous part

Chapter: 6 
Verse: 1    Καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνϑρωποι πολλοὶ γίνεσϑαι ἐπὶ τῆς γῆς, καὶ ϑυγατέρες ἐγενήϑησαν αὐτοῖς.
Verse: 2    
ἰδόντες δὲ οἱ υἱοὶ τοῦ ϑεοῦ τὰς ϑυγατέρας τῶν ἀνϑρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο.
Verse: 3    
καὶ εἶπεν κύριος ϑεός Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνϑρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη.
Verse: 4    
οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις καὶ μετ' ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ ϑεοῦ πρὸς τὰς ϑυγατέρας τῶν ἀνϑρώπων καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος, οἱ ἄνϑρωποι οἱ ὀνομαστοί.
Verse: 5    
᾽Ιδὼν δὲ κύριος ϑεὸς ὅτι ἐπληϑύνϑησαν αἱ κακίαι τῶν ἀνϑρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας,
Verse: 6    
καὶ ἐνεϑυμήϑη ϑεὸς ὅτι ἐποίησεν τὸν ἄνϑρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήϑη.
Verse: 7    
καὶ εἶπεν ϑεός ᾽Απαλείψω τὸν ἄνϑρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς ἀπὸ ἀνϑρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐϑυμώϑην ὅτι ἐποίησα αὐτούς.
Verse: 8    
Νωε δὲ εὗρεν χάριν ἐναντίον κυρίου τοῦ ϑεοῦ.
Verse: 9    
Αὗται δὲ αἱ γενέσεις Νωε· Νωε ἄνϑρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ ϑεῷ εὐηρέστησεν Νωε.
Verse: 10    
ἐγέννησεν δὲ Νωε τρεῖς υἱούς, τὸν Σημ, τὸν Χαμ, τὸν Ιαϕεϑ.
Verse: 11    
ἐϕϑάρη δὲ γῆ ἐναντίον τοῦ ϑεοῦ, καὶ ἐπλήσϑη γῆ ἀδικίας.
Verse: 12    
καὶ εἶδεν κύριος ϑεὸς τὴν γῆν, καὶ ἦν κατεϕϑαρμένη, ὅτι κατέϕϑειρεν πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς.
Verse: 13    
καὶ εἶπεν ϑεὸς πρὸς Νωε Καιρὸς παντὸς ἀνϑρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσϑη γῆ ἀδικίας ἀπ' αὐτῶν, καὶ ἰδοὺ ἐγὼ καταϕϑείρω αὐτοὺς καὶ τὴν γῆν.
Verse: 14    
ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις τὴν κιβωτὸν καὶ ἀσϕαλτώσεις αὐτὴν ἔσωϑεν καὶ ἔξωϑεν τῇ ἀσϕάλτῳ.
Verse: 15    
καὶ οὕτως ποιήσεις τὴν κιβωτόν· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ καὶ πεντήκοντα πήχεων τὸ πλάτος καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς·
Verse: 16    
ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωϑεν· τὴν δὲ ϑύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων· κατάγαια, διώροϕα καὶ τριώροϕα ποιήσεις αὐτήν.
Verse: 17    
ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν ὕδωρ ἐπὶ τὴν γῆν καταϕϑεῖραι πᾶσαν σάρκα, ἐν ἐστιν πνεῦμα ζωῆς, ὑποκάτω τοῦ οὐρανοῦ· καὶ ὅσα ἐὰν ἐπὶ τῆς γῆς, τελευτήσει.
Verse: 18    
καὶ στήσω τὴν διαϑήκην μου πρὸς σέ· εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτόν, σὺ καὶ οἱ υἱοί σου καὶ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ.
Verse: 19    
καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν καὶ ἀπὸ πάντων τῶν ϑηρίων καὶ ἀπὸ πάσης σαρκός, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν, ἵνα τρέϕῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ ϑῆλυ ἔσονται.
Verse: 20    
ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέϕεσϑαι μετὰ σοῦ, ἄρσεν καὶ ϑῆλυ.
Verse: 21    
σὺ δὲ λήμψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων, ἔδεσϑε, καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται σοὶ καὶ ἐκείνοις ϕαγεῖν.
Verse: 22    
καὶ ἐποίησεν Νωε πάντα, ὅσα ἐνετείλατο αὐτῷ κύριος ϑεός, οὕτως ἐποίησεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.12.2017. No parts of this document may be republished in any form without prior permission by the copyright holder.