TITUS
Homer, Odyssee
Part No. 6
Previous part

Chapter: 6    
ΟΔΥΣΣΕΙΑΣ Ζ


Verse: 1       ῝Ως μὲν ἔνϑα καϑεῦδε πολύτλας δῖος ᾽Οδυσσεὺς
Verse: 2    
ὕπνῳ καὶ καμάτῳ ἀρημένος: αὐτὰρ ᾽Αϑήνη
Verse: 3    
βῆ ' ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
Verse: 4    
οἳ πρὶν μέν ποτ' ἔναιον ἐν εὐρυχόρῳ ῾Υπερείῃ,
Verse: 5    
ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων,
Verse: 6    
οἵ σϕεας σινέσκοντο, βίηϕι δὲ ϕέρτεροι ἦσαν.
Verse: 7    
ἔνϑεν ἀναστήσας ἄγε Ναυσίϑοος ϑεοειδής,
Verse: 8    
εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλϕηστάων,
Verse: 9    
ἀμϕὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἐδείματο οἴκους
Verse: 10    
καὶ νηοὺς ποίησε ϑεῶν καὶ ἐδάσσατ' ἀρούρας.
Verse: 11    
ἀλλ' μὲν ἤδη κηρὶ δαμεὶς ῎Αιδος δὲ βεβήκει,
Verse: 12    
᾽Αλκίνοος δὲ τότ' ἦρχε, ϑεῶν ἄπο μήδεα εἰδώς.
Verse: 13    
τοῦ μὲν ἔβη πρὸς δῶμα ϑεὰ γλαυκῶπις ᾽Αϑήνη,
Verse: 14    
νόστον ᾽Οδυσσῆι μεγαλήτορι μητιόωσα.
Verse: 15    
βῆ δ' ἴμεν ἐς ϑάλαμον πολυδαίδαλον, ἔνι κούρη
Verse: 16    
κοιμᾶτ' ἀϑανάτῃσι ϕυὴν καὶ εἶδος ὁμοίη,
Verse: 17    
Ναυσικάα, ϑυγάτηρ μεγαλήτορος ᾽Αλκινόοιο,
Verse: 18    
πὰρ δὲ δύ' ἀμϕίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
Verse: 19    
σταϑμοῖιν ἑκάτερϑε· ϑύραι δ' ἐπέκειντο ϕαειναί.
Verse: 20    
δ' ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
Verse: 21    
στῆ δ' ἄρ' ὑπὲρ κεϕαλῆς καί μιν πρὸς μῦϑον ἔειπεν,
Verse: 22    
εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
Verse: 23    
οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ ϑυμῷ.
Verse: 24    
τῇ μιν ἐεισαμένη προσέϕη γλαυκῶπις ᾽Αϑήνη·

Verse: 25       
"Ναυσικάα, τί νύ σ' ὧδε μεϑήμονα γείνατο μήτηρ;
Verse: 26    
εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
Verse: 27    
σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
Verse: 28    
ἕννυσϑαι, τὰ δὲ τοῖσι παρασχεῖν οἵ κέ σ' ἄγωνται·
Verse: 29    
ἐκ γάρ τοι τούτων ϕάτις ἀνϑρώπους ἀναβαίνει
Verse: 30    
ἐσϑλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
Verse: 31    
ἀλλ' ἴομεν πλυνέουσαι ἅμ' ἠοῖ ϕαινομένηϕι·
Verse: 32    
καί τοι ἐγὼ συνέριϑος ἅμ' ἕψομαι, ὄϕρα τάχιστα
Verse: 33    
ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρϑένος ἔσσεαι·
Verse: 34    
ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
Verse: 35    
πάντων Φαιήκων, ὅϑι τοι γένος ἐστὶ καὶ αὐτῇ.
Verse: 36    
ἀλλ' ἄγ' ἐπότρυνον πατέρα κλυτὸν ἠῶϑι πρὸ
Verse: 37    
ἡμιόνους καὶ ἄμαξαν ἐϕοπλίσαι, κεν ἄγῃσι
Verse: 38    
ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
Verse: 39    
καὶ δὲ σοὶ ὧδ' αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
Verse: 40    
ἔρχεσϑαι· πολλὸν γὰρ ἄπο πλυνοί εἰσι πόληος."

Verse: 41       
μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις ᾽Αϑήνη
Verse: 42    
Οὔλυμπον δ', ὅϑι ϕασὶ ϑεῶν ἕδος ἀσϕαλὲς αἰεὶ
Verse: 43    
ἔμμεναι· οὔτ' ἀνέμοισι τινάσσεται οὔτέ ποτ' ὄμβρῳ
Verse: 44    
δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ' αἴϑρη
Verse: 45    
πέπταται ἀνέϕελος, λευκὴ δ' ἐπιδέδρομεν αἴγλη·
Verse: 46    
τῷ ἔνι τέρπονται μάκαρες ϑεοὶ ἤματα πάντα.
Verse: 47    
ἔνϑ' ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέϕραδε κούρῃ.

Verse: 48       
αὐτίκα δ' ᾽Ηὼς ἦλϑεν ἐύϑρονος, μιν ἔγειρε
Verse: 49    
Ναυσικάαν εὔπεπλον· ἄϕαρ δ' ἀπεϑαύμασ' ὄνειρον,
Verse: 50    
βῆ δ' ἴμεναι διὰ δώμαϑ', ἵν' ἀγγείλειε τοκεῦσι,
Verse: 51    
πατρὶ ϕίλῳ καὶ μητρί· κιχήσατο δ' ἔνδον ἐόντας.
Verse: 52    
μὲν ἐπ' ἐσχάρῃ ἧστο σὺν ἀμϕιπόλοισι γυναιξίν,
Verse: 53    
ἠλάκατα στρωϕῶσ' ἁλιπόρϕυρα· τῷ δὲ ϑύραζε
Verse: 54    
ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
Verse: 55    
ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
Verse: 56    
δὲ μάλ' ἄγχι στᾶσα ϕίλον πατέρα προσέειπε·

Verse: 57       
"πάππα ϕίλ', οὐκ ἂν δή μοι ἐϕοπλίσσειας ἀπήνην
Verse: 58    
ὑψηλὴν εὔκυκλον, ἵνα κλυτὰ εἵματ' ἄγωμαι
Verse: 59    
ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
Verse: 60    
καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
Verse: 61    
βουλὰς βουλεύειν καϑαρὰ χροὶ: εἵματ' ἔχοντα.
Verse: 62    
πέντε δέ τοι ϕίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
Verse: 63    
οἱ δύ' ὀπυίοντες, τρεῖς δ' ἠίϑεοι ϑαλέϑοντες:
Verse: 64    
οἱ δ' αἰεὶ ἐϑέλουσι νεόπλυτα εἵματ' ἔχοντες
Verse: 65    
ἐς χορὸν ἔρχεσϑαι· τὰ δ' ἐμῇ ϕρενὶ πάντα μέμηλεν."

Verse: 66       
ὣς ἔϕαταἴδετο γὰρ ϑαλερὸν γάμον ἐξονομῆναι
Verse: 67    
πατρὶ ϕίλῳ· δὲ πάντα νόει καὶ ἀμείβετο μύϑῳ·

Verse: 68       
"οὔτέ τοι ἡμιόνων ϕϑονέω, τέκος, οὔτέ τευ ἄλλου.
Verse: 69    
ἔρχευ· ἀτάρ τοι δμῶες ἐϕοπλίσσουσιν ἀπήνην
Verse: 70    
ὑψηλὴν εὔκυκλον, ὑπερτερίῃ ἀραρυῖαν."

Verse: 71       
ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δὲ πίϑοντο.
Verse: 72    
οἱ μὲν ἄρ' ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
Verse: 73    
ὅπλεον, ἡμιόνους ϑ' ὕπαγον ζεῦξάν ϑ' ὑπ' ἀπήνῃ·
Verse: 74    
κούρη δ' ἐκ ϑαλάμοιο ϕέρεν ἐσϑῆτα ϕαεινήν.
Verse: 75    
καὶ τὴν μὲν κατέϑηκεν ἐυξέστῳ ἐπ' ἀπήνῃ,
Verse: 76    
μήτηρ δ' ἐν κίστῃ ἐτίϑει μενοεικέ' ἐδωδὴν
Verse: 77    
παντοίην, ἐν δ' ὄψα τίϑει, ἐν δ' οἶνον ἔχευεν
Verse: 78    
ἀσκῷ ἐν αἰγείῳ - κούρη δ' ἐπεβήσετ' ἀπήνης -,
Verse: 79    
δῶκεν δὲ χρυσέῃ ἐν ληκύϑῳ ὑγρὸν ἔλαιον,
Verse: 80    
εἵως χυτλώσαιτο σὺν ἀμϕιπόλοισι γυναιξίν.
Verse: 81    
δ' ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
Verse: 82    
μάστιξεν δ' ἐλάαν· καναχὴ δ' ἦν ἡμιόνοιιν·
Verse: 83    
αἱ δ' ἄμοτον τανύοντο, ϕέρον δ' ἐσϑῆτα καὶ αὐτήν,
Verse: 84    
οὐκ οἴην· ἅμα τῇ γε καὶ ἀμϕίπολοι κίον ἄλλαι.

Verse: 85       
αἱ δ' ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ' ἵκοντο,
Verse: 86    
ἔνϑ' ἤτοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ' ὕδωρ
Verse: 87    
καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καϑῆραι,
Verse: 88    
ἔνϑ' αἵ γ' ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
Verse: 89    
καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
Verse: 90    
τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δ' ἀπ' ἀπήνης
Verse: 91    
εἵματα χερσὶν ἕλοντο καὶ ἐσϕόρεον μέλαν ὕδωρ,
Verse: 92    
στεῖβον δ' ἐν βόϑροισι ϑοῶς ἔριδα προϕέρουσαι.
Verse: 93    
αὐτὰρ ἐπεὶ πλῦνάν τε κάϑηράν τε ῥύπα πάντα,
Verse: 94    
ἑξείης πέτασαν παρὰ ϑῖν' ἁλός, ἧχι μάλιστα
Verse: 95    
λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε ϑάλασσα.
Verse: 96    
αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ' ἐλαίῳ
Verse: 97    
δεῖπνον ἔπειϑ' εἵλοντο παρ' ὄχϑῃσιν ποταμοῖο,
Verse: 98    
εἵματα δ' ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
Verse: 99    
αὐτὰρ ἐπεὶ σίτου τάρϕϑεν δμῳαί τε καὶ αὐτή,
Verse: 100    
σϕαίρῃ ταῖδ' ἄρ' ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
Verse: 101    
τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
Verse: 102    
οἵη δ' ῎Αρτεμις εἶσι κατ' οὔρεος ἰοχέαιρα,
Verse: 103    
κατὰ Τηυ?γετον περιμήκετον ᾽Ερύμανϑον,
Verse: 104    
τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάϕοισι·
Verse: 105    
τῇ δέ ϑ' ἅμα Νύμϕαι, κοῦραι Διὸς αἰγιόχοιο,
Verse: 106    
ἀγρονόμοι παίζουσι· γέγηϑε δέ τε ϕρένα Λητώ·
Verse: 107    
πασάων δ' ὑπὲρ γε κάρη ἔχει ἠδὲ μέτωπα,
Verse: 108    
ῥεῖά τ' ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
Verse: 109    
ὣς γ' ἀμϕιπόλοισι μετέπρεπε παρϑένος ἀδμής.

Verse: 110       
ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πάλιν οἶκον δὲ νέεσϑαι
Verse: 111    
ζεύξασ' ἡμιόνους πτύξασά τε εἵματα καλά,
Verse: 112    
ἔνϑ' αὖτ' ἄλλ' ἐνόησε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη,
Verse: 113    
ὡς ᾽Οδυσεὺς ἔγροιτο, ἴδοι τ' εὐώπιδα κούρην
Verse: 114    
οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
Verse: 115    
σϕαῖραν ἔπειτ' ἔρριψε μετ' ἀμϕίπολον βασίλεια·
Verse: 116    
ἀμϕιπόλου μὲν ἅμαρτε, βαϑείῃ δ' ἔμβαλε δίνῃ,
Verse: 117    
αἱ δ' ἐπὶ μακρὸν ἄυσαν· δ' ἔγρετο δῖος ᾽Οδυσσεύς,
Verse: 118    
ἑζόμενος δ' ὥρμαινε κατὰ ϕρένα καὶ κατὰ ϑυμόν·

Verse: 119       
"ὤμοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
Verse: 120    
' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
Verse: 121    
ἦε ϕιλόξεινοι καί σϕιν νόος ἐστὶ ϑεουδής...
Verse: 122    
ὥς τέ με κουράων ἀμϕήλυϑε ϑῆλυς ἀυτή,
Verse: 123    
Νυμϕάων, αἳ ἔχουσ' ὀρέων αἰπεινὰ κάρηνα
Verse: 124    
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα·
Verse: 125    
νύ που ἀνϑρώπων εἰμὶ σχεδὸν αὐδηέντων.
Verse: 126    
ἀλλ' ἄγ' ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι."

Verse: 127       
ὣς εἰπὼν ϑάμνων ὑπεδύσετο δῖος ᾽Οδυσσεύς,
Verse: 128    
ἐκ πυκινῆς δ' ὕλης πτόρϑον κλάσε χειρὶ παχείῃ
Verse: 129    
ϕύλλων, ὡς ῥύσαιτο περὶ χροὶ: μήδεα ϕωτός.
Verse: 130    
βῆ δ' ἴμεν ὥς τε λέων ὀρεσίτροϕος, ἀλκὶ πεποιϑώς,
Verse: 131    
ὅς τ' εἶσ' ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
Verse: 132    
δαίεται· αὐτὰρ βουσὶ μετέρχεται ὀίεσσιν
Verse: 133    
ἠὲ μετ' ἀγροτέρας ἐλάϕους: κέλεται δέ γαστὴρ
Verse: 134    
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλϑεῖν·
Verse: 135    
ὣς ᾽Οδυσεὺς κούρῃσιν ἐυὴπλοκάμοισιν ἔμελλε
Verse: 136    
μίξεσϑαι γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.
Verse: 137    
σμερδαλέος δ' αὐτῇσι ϕάνη κεκακωμένος ἅλμῃ,
Verse: 138    
τρέσσαν δ' ἄλλυδις ἄλλη ἐπ' ἠιόνας προυχούσας:
Verse: 139    
οἴη δ' ᾽Αλκινόου ϑυγάτηρ μένε· τῇ γὰρ ᾽Αϑήνη
Verse: 140    
ϑάρσος ἐνὶ ϕρεσὶ ϑῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
Verse: 141    
στῆ δ' ἄντα σχομένη· δὲ μερμήριξεν ᾽Οδυσσεύς,
Verse: 142    
γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην,
Verse: 143    
αὕτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
Verse: 144    
λίσσοιτ', εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
Verse: 145    
ὣς ἄρα οἱ ϕρονέοντι δοάσσατο κέρδιον εἶναι,
Verse: 146    
λίσσεσϑαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
Verse: 147    
μή οἱ γοῦνα λαβόντι χολώσαιτο ϕρένα κούρη.
Verse: 148    
αὐτίκα μειλίχιον καὶ κερδαλέον ϕάτο μῦϑον·

Verse: 149       
"γουνοῦμαί σε, ἄνασσα· ϑεός νύ τις βροτός ἐσσι;
Verse: 150    
εἰ μέν τις ϑεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Verse: 151    
᾽Αρτέμιδί σε ἔγωγε, Διὸς κούρῃ μεγάλοιο,
Verse: 152    
εἶδός τε μέγεϑός τε ϕυήν τ' ἄγχιστα ἐίσκω·
Verse: 153    
εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χϑονὶ ναιετάουσι,
Verse: 154    
τρισμάκαρες μὲν σοίγε πατὴρ καὶ πότνια μήτηρ,
Verse: 155    
τρισμάκαρες δὲ κασίγνητοι· μάλα που σϕισι ϑυμὸς
Verse: 156    
αἰὲν ἐυϕροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
Verse: 157    
λευσσόντων τοιόνδε ϑάλος χορὸν εἰσοιχνεῦσαν.
Verse: 158    
κεῖνος δ' αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
Verse: 159    
ὅς κέ σ' ἐέδνοισι βρίσας οἶκον δ' ἀγάγηται.
Verse: 160    
οὐ γάρ πω τοιοῦτον ἐγὼν ἴδον ὀϕϑαλμοῖσιν,
Verse: 161    
οὔτ' ἄνδρ' οὔτε γυναῖκα· σέβας μ' ἔχει εἰσορόωντα.
Verse: 162    
Δήλῳ δή ποτε τοῖον ᾽Απόλλωνος παρὰ βωμῷ
Verse: 163    
ϕοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα -
Verse: 164    
ἦλϑον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
Verse: 165    
τὴν ὁδόν, δὴ μέλλεν ἐμοὶ κακὰ κήδε' ἔσεσϑαι
Verse: 166    
ὣς δ' αὕτως καὶ κεῖνο ἰδὼν ἐτεϑήπεα ϑυμῷ
Verse: 167    
δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυϑεν ἐκ δόρυ γαίης,
Verse: 168    
ὡς σέ, γύναι, ἄγαμαί τε τέϑηπά τε, δείδιά δ' αἰνῶς
Verse: 169    
γούνων ἅψασϑαι· χαλεπὸν δέ με πένϑος ἱκάνει.
Verse: 170    
χϑιζὸς ἐεικοστῷ ϕύγον ἤματι οἴνοπα πόντον·
Verse: 171    
τόϕρα δέ μ' αἰεὶ κῦμα ϕόρει κραιπναί τε ϑύελλαι
Verse: 172    
νήσου ἀπ' ᾽Ωγυγίης: νῦν δ' ἐνϑάδε κάμβαλε δαίμων,
Verse: 173    
ὄϕρά τί που καὶ τῇδε πάϑω κακόν· οὐ γὰρ ὀίω
Verse: 174    
παύσεσϑ', ἀλλ' ἔτι πολλὰ ϑεοὶ τελέουσι πάροιϑεν.
Verse: 175    
ἀλλά, ἄνασσ', ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
Verse: 176    
ἐς πρώτην ἱκόμην, τῶν δ' ἄλλων οὔ τινα οἶδα
Verse: 177    
ἀνϑρώπων, οἳ τῆνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
Verse: 178    
ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμϕιβαλέσϑαι,
Verse: 179    
εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνϑάδ' ἰοῦσα.
Verse: 180    
σοὶ δὲ ϑεοὶ τόσα δοῖεν ὅσα ϕρεσὶ σῇσι μενοινᾷς,
Verse: 181    
ἄνδρά τε καὶ οἶκον, καὶ ὁμοϕροσύνην ὀπάσειαν
Verse: 182    
ἐσϑλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
Verse: 183    
ὅϑ' ὁμοϕρονέοντε νοήμασιν οἶκον ἔχητον
Verse: 184    
ἀνὴρ ἠδὲ γυνή· πόλλ' ἄλγεα δυσμενέεσσι,
Verse: 185    
χάρματα δ' εὐμενέτῃσι· μάλιστα δέ τ' ἔκλυον αὐτοί."

Verse: 186       
τὸν δ' αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·

Verse: 187       
"ξεῖν', ἐπεὶ οὔτε κακῷ οὔτ' ἄϕρονι ϕωτὶ ἔοικας -
Verse: 188    
Ζεὺς δ' αὐτὸς νέμει ὄλβον ᾽Ολύμπιος ἀνϑρώποισιν,
Verse: 189    
ἐσϑλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐϑέλῃσιν, ἑκάστῳ·
Verse: 190    
καί που σοὶ τάδ' ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης
Verse: 191    
νῦν δ', ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
Verse: 192    
οὔτ' οὖν ἐσϑῆτος δευήσεαι οὔτέ τευ ἄλλου,
Verse: 193    
ὧν ἐπέοιχ' ἱκέτην ταλαπείριον ἀντιάσαντα.
Verse: 194    
ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
Verse: 195    
Φαίηκες μὲν τῆνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
Verse: 196    
εἰμὶ δ' ἐγὼ ϑυγάτηρ μεγαλήτορος ᾽Αλκινόοιο,
Verse: 197    
τοῦ δ' ἐκ Φαιήκων ἔχεται κάρτός τε βίη τε."

Verse: 198       
ῥα, καὶ ἀμϕιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·

Verse: 199       
"στῆτέ μοι ἀμϕίπολοι· πόσε ϕεύγετε ϕῶτα ἰδοῦσαι;
Verse: 200    
μή που τινα δυσμενέων ϕάσϑ' ἔμμεναι ἀνδρῶν;
Verse: 201    
οὐκ ἔσϑ' οὗτος ἀνὴρ διερὸς βροτὸς: οὐδὲ γένηται,
Verse: 202    
ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
Verse: 203    
δηιοτῆτα ϕέρων· μάλα γὰρ ϕίλοι ἀϑανάτοισιν.
Verse: 204    
οἰκέομεν δ' ἀπάνευϑε πολυκλύστῳ ἐνὶ πόντῳ,
Verse: 205    
ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
Verse: 206    
ἀλλ' ὅδε τις δύστηνος ἀλώμενος ἐνϑάδ' ἱκάνει,
Verse: 207    
τον νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
Verse: 208    
ξεῖνοί τε πτωχοί τε, δόσις δ' ὀλίγη τε ϕίλη τε.
Verse: 209    
ἀλλὰ δότ', ἀμϕίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
Verse: 210    
λούσατέ τ' ἐν ποταμῷ, ὅϑ' ἐπὶ σκέπας ἔστ' ἀνέμοιο."

Verse: 211       
ὣς ἔϕαϑ', αἱ δ' ἔστάν τε καὶ ἀλλήλῃσι κέλευσαν,
Verse: 212    
κὰδ δ' ἄρ' ᾽Οδυσσῆ' εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσε
Verse: 213    
Ναυσικάα, ϑυγάτηρ μεγαλήτορος ᾽Αλκινόοιο·
Verse: 214    
πὰρ δ' ἄρα οἱ ϕᾶρός τε χιτῶνά τε εἵματ' ἔϑηκαν,
Verse: 215    
δῶκαν δὲ χρυσέῃ ἐν ληκύϑῳ ὑγρὸν ἔλαιον,
Verse: 216    
ἤνωγον δ' ἄρα μιν λοῦσϑαι ποταμοῖο ῥοῇσι.
Verse: 217    
δή ῥα τότ' ἀμϕιπόλοισι μετηύδα δῖος ᾽Οδυσσεύς:

Verse: 218       
"ἀμϕίπολοι, στῆϑ' οὕτω ἀπόπροϑεν, ὄϕρ' ἐγὼ αὐτὸς
Verse: 219    
ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμϕὶ δ' ἐλαίῳ
Verse: 220    
χρίσομαι· γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιϕή.
Verse: 221    
ἄντην δ' οὐκ ἂν ἔγωγε λοέσσομαι· αἰδέομαι γὰρ
Verse: 222    
γυμνοῦσϑαι κούρῃσιν ἐυπλοκάμοισι μετελϑών."

Verse: 223       
ὣς ἔϕαϑ', αἱ δ' ἀπάνευϑεν ἴσαν, εἶπον δ' ἄρα κούρῃ.
Verse: 224    
αὐτὰρ ἐκ ποταμοῦ χρόα νίζετο δῖος ᾽Οδυσσεὺς
Verse: 225    
ἅλμην, οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους:
Verse: 226    
ἐκ κεϕαλῆς δ' ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
Verse: 227    
αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ' ἄλειψεν,
Verse: 228    
ἀμϕὶ δὲ εἵματα ἕσσαϑ' οἱ πόρε παρϑένος ἀδμής,
Verse: 229    
τὸν μὲν ᾽Αϑηναίη ϑῆκεν, Διὸς ἐκγεγαυῖα,
Verse: 230    
μείζονά τ' εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
Verse: 231    
οὔλας ἧκε κόμας, ὑακινϑίνῳ ἄνϑει ὁμοίας.
Verse: 232    
ὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
Verse: 233    
ἴδρις, ὃν ῞Ηϕαιστος δέδαεν καὶ Παλλὰς ᾽Αϑήνη
Verse: 234    
τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
Verse: 235    
ὣς ἄρα τῷ κατέχευε χάριν κεϕαλῇ τε καὶ ὤμοις.
Verse: 236    
ἕζετ' ἔπειτ' ἀπάνευϑε κιὼν ἐπὶ ϑῖνα ϑαλάσσης,
Verse: 237    
κάλλειὴ καὶ χάρισι στίλβων· ϑηεῖτο δὲ κούρη.
Verse: 238    
δή ῥα τότ' ἀμϕιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·

Verse: 239       
"κλῦτέ μευ, ἀμϕίπολοι λευκώλενοι, ὄϕρά τι εἴπω.
Verse: 240    
οὐ πάντων ἀέκητι ϑεῶν, οἳ ῎Ολυμπον ἔχουσι,
Verse: 241    
Φαιήκεσσ' ὅδ' ἀνὴρ ἐπιμίξεται ἀντιϑέοισι·
Verse: 242    
πρόσϑεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ' εἶναι,
Verse: 243    
νῦν δὲ ϑεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
Verse: 244    
αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
Verse: 245    
ἐνϑάδε ναιετάων, καί οἱ ἅδοι αὐτόϑι μίμνειν.
Verse: 246    
ἀλλὰ δότ', ἀμϕίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε."

Verse: 247       
ὣς ἔϕαϑ', αἱ δ' ἄρα τῆς μάλα μὲν κλύον ἠδὲ πίϑοντο,
Verse: 248    
πὰρ δ' ἄρ' ᾽Οδυσσῆι ἔϑεσαν βρῶσίν τε πόσιν τε.
Verse: 249    
ἤτοι πῖνε καὶ ἦσϑε πολύτλας δῖος ᾽Οδυσσεὺς
Verse: 250    
ἁρπαλέως: δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.

Verse: 251       
αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ' ἐνόησεν·
Verse: 252    
εἵματ' ἄρα πτύξασα τίϑει καλῆς ἐπ' ἀπήνης,
Verse: 253    
ζεῦξεν δ' ἡμιόνους κρατερώνυχας, ἂν δ' ἔβη αὐτή.
Verse: 254    
ὤτρυνεν δ' ᾽Οδυσῆα ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·

Verse: 255       
"ὄρσεο δὴ νῦν, ξεῖνε, πόλιν δ' ἴμεν, ὄϕρά σε πέμψω
Verse: 256    
πατρὸς ἐμοῦ πρὸς δῶμα δαί:ϕρονος, ἔνϑά σέ ϕημι
Verse: 257    
πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
Verse: 258    
ἀλλὰ μάλ' ὧδ' ἕρδειν - δοκέεις δέ μοι οὐκ ἀπινύσσειν
Verse: 259    
ὄϕρ' ἂν μέν κ' ἀγροὺς ἴομεν καὶ ἔργ' ἀνϑρώπων,
Verse: 260    
τόϕρα σὺν ἀμϕιπόλοισι μεϑ' ἡμιόνους καὶ ἄμαξαν
Verse: 261    
καρπαλίμως ἔρχεσϑαι· ἐγὼ δ' ὁδὸν ἡγεμονεύσω.
Verse: 262    
αὐτὰρ ἐπὴν πόλιος ἐπιβείομεν, ἣν πέρι πύργος
Verse: 263    
ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερϑε πόληος,
Verse: 264    
λεπτὴ δ' εἰσίϑμη· νῆες δ' ὁδὸν ἀμϕιέλισσαι
Verse: 265    
εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
Verse: 266    
ἔνϑα δέ τέ σϕ' ἀγορὴ, καλὸν Ποσιδήιον ἀμϕίς,
Verse: 267    
ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ' ἀραρυῖα.
Verse: 268    
ἔνϑα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
Verse: 269    
πείσματα καὶ σπεῖρα, καὶ ἀποξύουσιν ἐρετμά.
Verse: 270    
οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ ϕαρέτρη,
Verse: 271    
ἀλλ' ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
Verse: 272    
ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι ϑάλασσαν.
Verse: 273    
τῶν ἀλεείνω ϕῆμιν ἀδευκέα, μή τις ὀπίσσω
Verse: 274    
μωμεύῃ· μάλα δ' εἰσὶν ὑπερϕίαλοι κατὰ δῆμον.
Verse: 275    
καί νύ τις ὧδ' εἴπῃσι κακώτερος ἀντιβολήσας:
Verse: 276    
'τίς δ' ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
Verse: 277    
ξεῖνος... ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
Verse: 278    
τινά που πλαγχϑέντα κομίσσατο ἧς ἀπὸ νηὸς
Verse: 279    
ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύϑεν εἰσίν·
Verse: 280    
τίς οἱ εὐξαμένῃ πολυάρητος ϑεὸς ἦλϑεν
Verse: 281    
οὐρανόϑεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
Verse: 282    
βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
Verse: 283    
ἄλλοϑεν· γὰρ τοῦσδέ γ' ἀτιμάζει κατὰ δῆμον
Verse: 284    
Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσϑλοί.'
Verse: 285    
ὣς ἐρέουσιν, ἐμοὶ δέ κ' ὀνείδεα ταῦτα γένοιτο.
Verse: 286    
καὶ δ' ἄλλῃ νεμεσῶ τις τοιαῦτά γε ῥέζοι,
Verse: 287    
τ' ἀέκητι ϕίλων πατρὸς καὶ μητρὸς ἐόντων
Verse: 288    
ἀνδράσι μίσγηται πρίν γ' ἀμϕάδιον γάμον ἐλϑεῖν.
Verse: 289    
ξεῖνε, σὺ δ' ὦκ' ἐμέϑεν ξυνίει ἔπος, ὄϕρα τάχιστα
Verse: 290    
πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
Verse: 291    
δήεις ἀγλαὸν ἄλσος ᾽Αϑήνης ἄγχι κελεύϑου
Verse: 292    
αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμϕὶ δὲ λειμών·
Verse: 293    
ἔνϑα δὲ πατρὸς ἐμοῦ τέμενος τεϑαλυῖά τ' ἀλωή,
Verse: 294    
τόσσον ἀπὸ πτόλιος ὅσσόν τε γέγωνε βοήσας:
Verse: 295    
ἔνϑα καϑεζόμενος μεῖναι χρόνον, εἰς κεν ἡμεῖς
Verse: 296    
ἄστυ δὲ ἔλϑωμεν καὶ ἱκώμεϑα δώματα πατρός.
Verse: 297    
αὐτὰρ ἐπὴν ἥμεας ἔλπῃ ποτὶ δώματ' ἀϕῖχϑαι,
Verse: 298    
καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν, ἠδ' ἐρέεσϑαι
Verse: 299    
δώματα πατρὸς ἐμοῦ μεγαλήτορος ᾽Αλκινόοιο.
Verse: 300    
ῥεῖα δ' ἀρίγνωτ' ἐστί, καὶ ἂν πάις ἡγήσαιτο
Verse: 301    
νήπιος: οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
Verse: 302    
δώματα Φαιήκων, οἷος δόμος ᾽Αλκινόοιο
Verse: 303    
ἥρωος. ἀλλ' ὁπότ' ἄν σε δόμοι κεκύϑωσι καὶ αὐλή,
Verse: 304    
ὦκα μάλα μεγάροιο διελϑέμεν, ὄϕρ' ἂν ἵκηαι
Verse: 305    
μητέρ' ἐμήν. δ' ἧσται ἐπ' ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
Verse: 306    
ἠλάκατα στρωϕῶσ' ἁλιπόρϕυρα, ϑαῦμα ἰδέσϑαι,
Verse: 307    
κίονι κεκλιμένη· δμῳαὶ δέ οἱ εἵατ' ὄπισϑεν.
Verse: 308    
ἔνϑα δὲ πατρὸς ἐμοῖο ϑρόνος ποτικέκλιται αὐτῇ,
Verse: 309    
τῷ γε οἰνοποτάζει ἐϕήμενος ἀϑάνατος ὥς.
Verse: 310    
τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
Verse: 311    
βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
Verse: 312    
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόϑεν ἐσσί."

Verse: 316       
ὣς ἄρα ϕωνήσασ' ἵμασεν μάστιγι ϕαεινῇ
Verse: 317    
ἡμιόνους: αἱ δ' ὦκα λίπον ποταμοῖο ῥέεϑρα.
Verse: 318    
αἱ δ' εὖ μὲν τρώχων, εὖ δὲ πλίσσοντο πόδεσσιν·
Verse: 319    
δὲ μάλ' ἡνιόχευεν, ὅπως ἅμ' ἑποίατο πεζοὶ
Verse: 320    
ἀμϕίπολοί τ' ᾽Οδυσεύς τε· νόῳ δ' ἐπέβαλλεν ἱμάσϑλην.
Verse: 321    
δύσετό τ' ἠέλιος, καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
Verse: 322    
ἱρὸν ᾽Αϑηναίης, ἵν' ἄρ' ἕζετο δῖος ᾽Οδυσσεύς.
Verse: 323    
αὐτίκ' ἔπειτ' ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·

Verse: 324       
"κλῦϑί μευ, αἰγιόχοιο Διὸς τέκος, ᾽Ατρυτώνη·
Verse: 325    
νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ' ἄκουσας
Verse: 326    
ῥαιομένου, ὅτε μ' ἔρραιε κλυτὸς ἐννοσίγαιος.
Verse: 327    
δός μ' ἐς Φαίηκας ϕίλον ἐλϑεῖν ἠδ' ἐλεεινόν."

Verse: 328       
ὣς ἔϕατ' εὐχόμενος, τοῦ δὲ κλύε Παλλὰς ᾽Αϑήνη.
Verse: 329    
αὐτῷ δ' οὔ πω ϕαίνετ' ἐναντίη· αἴδετο γάρ ῥα
Verse: 330    
πατροκασίγνητον· δ' ἐπιζαϕελῶς μενέαινεν
Verse: 331    
ἀντιϑέῳ ᾽Οδυσῆι πάρος ἣν γαῖαν ἱκέσϑαι.




Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.