TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 991
Previous part

Chapter: 4 
Verse: 1    καὶ ἐπιλήμψονται ἑπτὰ γυναῖκες ἀνϑρώπου ἑνὸς λέγουσαι Τὸν ἄρτον ἡμῶν ϕαγόμεϑα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεϑα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσϑω ἐϕ' ἡμᾶς, ἄϕελε τὸν ὀνειδισμὸν ἡμῶν.
Verse: 2    
Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ϑεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειϕϑὲν τοῦ Ισραηλ,
Verse: 3    
καὶ ἔσται τὸ ὑπολειϕϑὲν ἐν Σιων καὶ τὸ καταλειϕϑὲν ἐν Ιερουσαλημ ἅγιοι κληϑήσονται, πάντες οἱ γραϕέντες εἰς ζωὴν ἐν Ιερουσαλημ·
Verse: 4    
ὅτι ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν ϑυγατέρων Σιων καὶ τὸ αἷμα ἐκκαϑαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.
Verse: 5    
καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεϕέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς ϕωτὸς πυρὸς καιομένου νυκτός· πάσῃ τῇ δόξῃ σκεπασϑήσεται·
Verse: 6    
καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύϕῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.