TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 986
Previous part

Chapter: 2 
Verse: 1    Καὶ νῦν ἐντολὴ αὕτη πρὸς ὑμᾶς, οἱ ἱερεῖς·
Verse: 2    
ἐὰν μὴ ἀκούσητε, καὶ ἐὰν μὴ ϑῆσϑε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει κύριος παντοκράτωρ, καὶ ἐξαποστελῶ ἐϕ' ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίϑεσϑε εἰς τὴν καρδίαν ὑμῶν.
Verse: 3    
ἰδοὺ ἐγὼ ἀϕορίζω ὑμῖν τὸν ὦμον καὶ σκορπιῶ ἤνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἤνυστρον ἑορτῶν ὑμῶν, καὶ λήμψομαι ὑμᾶς εἰς τὸ αὐτό·
Verse: 4    
καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τοῦ εἶναι τὴν διαϑήκην μου πρὸς τοὺς Λευίτας, λέγει κύριος παντοκράτωρ.
Verse: 5    
διαϑήκη μου ἦν μετ' αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ ἐν ϕόβῳ ϕοβεῖσϑαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσϑαι αὐτόν.
Verse: 6    
νόμος ἀληϑείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέϑη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευϑύνων ἐπορεύϑη μετ' ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας.
Verse: 7    
ὅτι χείλη ἱερέως ϕυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν.
Verse: 8    
ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσϑενήσατε ἐν νόμῳ, διεϕϑείρατε τὴν διαϑήκην τοῦ Λευι, λέγει κύριος παντοκράτωρ.
Verse: 9    
κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔϑνη, ἀνϑ' ὧν ὑμεῖς οὐκ ἐϕυλάξασϑε τὰς ὁδούς μου, ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.
Verse: 10    
Οὐχὶ ϑεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελϕὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαϑήκην τῶν πατέρων ὑμῶν;
Verse: 11    
ἐγκατελείϕϑη Ιουδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ισραηλ καὶ ἐν Ιερουσαλημ, διότι ἐβεβήλωσεν Ιουδας τὰ ἅγια κυρίου, ἐν οἷς ἠγάπησεν, καὶ ἐπετήδευσεν εἰς ϑεοὺς ἀλλοτρίους.
Verse: 12    
ἐξολεϑρεύσει κύριος τὸν ἄνϑρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωϑῇ ἐκ σκηνωμάτων Ιακωβ καὶ ἐκ προσαγόντων ϑυσίαν τῷ κυρίῳ παντοκράτορι.
Verse: 13    
καὶ ταῦτα, ἐμίσουν, ἐποιεῖτε· ἐκαλύπτετε δάκρυσιν τὸ ϑυσιαστήριον κυρίου καὶ κλαυϑμῷ καὶ στεναγμῷ ἐκ κόπων. ἔτι ἄξιον ἐπιβλέψαι εἰς ϑυσίαν λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν;
Verse: 14    
καὶ εἴπατε ῞Ενεκεν τίνος; ὅτι κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες, καὶ αὐτὴ κοινωνός σου καὶ γυνὴ διαϑήκης σου.
Verse: 15    
καὶ οὐκ ἄλλος ἐποίησεν, καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ. καὶ εἴπατε Τί ἄλλο ἀλλ' σπέρμα ζητεῖ ϑεός; καὶ ϕυλάξασϑε ἐν τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς·
Verse: 16    
ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς, λέγει κύριος ϑεὸς τοῦ Ισραηλ, καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνϑυμήματά σου, λέγει κύριος παντοκράτωρ. καὶ ϕυλάξασϑε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε.
Verse: 17    
Οἱ παροξύνοντες τὸν ϑεὸν ἐν τοῖς λόγοις ὑμῶν καὶ εἴπατε ᾽Εν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς Πᾶς ποιῶν πονηρόν, καλὸν ἐνώπιον κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν· καί Ποῦ ἐστιν ϑεὸς τῆς δικαιοσύνης;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.