TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 983
Previous part

Chapter: 13 
Verse: 1    ᾽Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Δαυιδ.
Verse: 2    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, ἐξολεϑρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροϕήτας καὶ τὸ πνεῦμα τὸ ἀκάϑαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς.
Verse: 3    
καὶ ἔσται ἐὰν προϕητεύσῃ ἄνϑρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν πατὴρ αὐτοῦ καὶ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐπ' ὀνόματι κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν πατὴρ αὐτοῦ καὶ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προϕητεύειν αὐτόν.
Verse: 4    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνϑήσονται οἱ προϕῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προϕητεύειν αὐτόν, καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνϑ' ὧν ἐψεύσαντο.
Verse: 5    
καὶ ἐρεῖ Οὔκ εἰμι προϕήτης ἐγώ, διότι ἄνϑρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι, ὅτι ἄνϑρωπος ἐγέννησέν με ἐκ νεότητός μου.
Verse: 6    
καὶ ἐρῶ πρὸς αὐτόν Τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ ῝Ας ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου.
Verse: 7    
῾Ρομϕαία, ἐξεγέρϑητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ' ἄνδρα πολίτην μου, λέγει κύριος παντοκράτωρ· πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας.
Verse: 8    
καὶ ἔσται ἐν πάσῃ τῇ γῇ, λέγει κύριος, τὰ δύο μέρη ἐξολεϑρευϑήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειϕϑήσεται ἐν αὐτῇ·
Verse: 9    
καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτούς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, κἀγὼ ἐπακούσομαι αὐτῷ καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν, καὶ αὐτὸς ἐρεῖ Κύριος ϑεός μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.