TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 979
Chapter: 9
Verse: 1
Λῆμμα
λόγου
κυρίου
·
ἐν
γῇ
Σεδραχ
καὶ
Δαμασκοῦ
ϑυσία
αὐτοῦ
,
διότι
κύριος
ἐϕορᾷ
ἀνϑρώπους
καὶ
πάσας
ϕυλὰς
τοῦ
Ισραηλ
.
Verse: 2
καὶ
Εμαϑ
ἐν
τοῖς
ὁρίοις
αὐτῆς
,
Τύρος
καὶ
Σιδών
,
διότι
ἐϕρόνησαν
σϕόδρα
.
Verse: 3
καὶ
ᾠκοδόμησεν
Τύρος
ὀχυρώματα
ἑαυτῇ
καὶ
ἐϑησαύρισεν
ἀργύριον
ὡς
χοῦν
καὶ
συνήγαγεν
χρυσίον
ὡς
πηλὸν
ὁδῶν
.
Verse: 4
διὰ
τοῦτο
κύριος
κληρονομήσει
αὐτὴν
καὶ
πατάξει
εἰς
ϑάλασσαν
δύναμιν
αὐτῆς
,
καὶ
αὕτη
ἐν
πυρὶ
καταναλωϑήσεται
.
Verse: 5
ὄψεται
᾽Ασκαλὼν
καὶ
ϕοβηϑήσεται
,
καὶ
Γάζα
καὶ
ὀδυνηϑήσεται
σϕόδρα
,
καὶ
Ακκαρων
,
ὅτι
ᾐσχύνϑη
ἐπὶ
τῷ
παραπτώματι
αὐτῆς
·
καὶ
ἀπολεῖται
βασιλεὺς
ἐκ
Γάζης
,
καὶ
᾽Ασκαλὼν
οὐ
μὴ
κατοικηϑῇ
.
Verse: 6
καὶ
κατοικήσουσιν
ἀλλογενεῖς
ἐν
᾽Αζώτῳ
,
καὶ
καϑελῶ
ὕβριν
ἀλλοϕύλων
.
Verse: 7
καὶ
ἐξαρῶ
τὸ
αἷμα
αὐτῶν
ἐκ
στόματος
αὐτῶν
καὶ
τὰ
βδελύγματα
αὐτῶν
ἐκ
μέσου
ὀδόντων
αὐτῶν
,
καὶ
ὑπολειϕϑήσεται
καὶ
οὗτος
τῷ
ϑεῷ
ἡμῶν
,
καὶ
ἔσονται
ὡς
χιλίαρχος
ἐν
Ιουδα
καὶ
Ακκαρων
ὡς
ὁ
Ιεβουσαῖος
.
Verse: 8
καὶ
ὑποστήσομαι
τῷ
οἴκῳ
μου
ἀνάστημα
τοῦ
μὴ
διαπορεύεσϑαι
μηδὲ
ἀνακάμπτειν
,
καὶ
οὐ
μὴ
ἐπέλϑῃ
ἐπ
'
αὐτοὺς
οὐκέτι
ἐξελαύνων
,
διότι
νῦν
ἑώρακα
ἐν
τοῖς
ὀϕϑαλμοῖς
μου
.
Verse: 9
Χαῖρε
σϕόδρα
,
ϑύγατερ
Σιων
·
κήρυσσε
,
ϑύγατερ
Ιερουσαλημ
·
ἰδοὺ
ὁ
βασιλεύς
σου
ἔρχεταί
σοι
,
δίκαιος
καὶ
σῴζων
αὐτός
,
πραὺς
καὶ
ἐπιβεβηκὼς
ἐπὶ
ὑποζύγιον
καὶ
πῶλον
νέον
.
Verse: 10
καὶ
ἐξολεϑρεύσει
ἅρματα
ἐξ
Εϕραιμ
καὶ
ἵππον
ἐξ
Ιερουσαλημ
,
καὶ
ἐξολεϑρευϑήσεται
τόξον
πολεμικόν
,
καὶ
πλῆϑος
καὶ
εἰρήνη
ἐξ
ἐϑνῶν
·
καὶ
κατάρξει
ὑδάτων
ἕως
ϑαλάσσης
καὶ
ποταμῶν
διεκβολὰς
γῆς
.
Verse: 11
καὶ
σὺ
ἐν
αἵματι
διαϑήκης
ἐξαπέστειλας
δεσμίους
σου
ἐκ
λάκκου
οὐκ
ἔχοντος
ὕδωρ
.
Verse: 12
καϑήσεσϑε
ἐν
ὀχυρώματι
,
δέσμιοι
τῆς
συναγωγῆς
,
καὶ
ἀντὶ
μιᾶς
ἡμέρας
παροικεσίας
σου
διπλᾶ
ἀνταποδώσω
σοι
·
Verse: 13
διότι
ἐνέτεινά
σε
,
Ιουδα
,
ἐμαυτῷ
τόξον
,
ἔπλησα
τὸν
Εϕραιμ
καὶ
ἐπεγερῶ
τὰ
τέκνα
σου
,
Σιων
,
ἐπὶ
τὰ
τέκνα
τῶν
῾Ελλήνων
καὶ
ψηλαϕήσω
σε
ὡς
ῥομϕαίαν
μαχητοῦ
·
Verse: 14
καὶ
κύριος
ἔσται
ἐπ
'
αὐτοὺς
καὶ
ἐξελεύσεται
ὡς
ἀστραπὴ
βολίς
,
καὶ
κύριος
παντοκράτωρ
ἐν
σάλπιγγι
σαλπιεῖ
καὶ
πορεύσεται
ἐν
σάλῳ
ἀπειλῆς
αὐτοῦ
.
Verse: 15
κύριος
παντοκράτωρ
ὑπερασπιεῖ
αὐτῶν
,
καὶ
καταναλώσουσιν
αὐτοὺς
καὶ
καταχώσουσιν
αὐτοὺς
ἐν
λίϑοις
σϕενδόνης
καὶ
ἐκπίονται
αὐτοὺς
ὡς
οἶνον
καὶ
πλήσουσιν
ὡς
ϕιάλας
ϑυσιαστήριον
.
Verse: 16
καὶ
σώσει
αὐτοὺς
κύριος
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
,
ὡς
πρόβατα
λαὸν
αὐτοῦ
,
διότι
λίϑοι
ἅγιοι
κυλίονται
ἐπὶ
τῆς
γῆς
αὐτοῦ
.
Verse: 17
ὅτι
εἴ
τι
ἀγαϑὸν
αὐτοῦ
καὶ
εἴ
τι
καλὸν
παρ
'
αὐτοῦ
,
σῖτος
νεανίσκοις
καὶ
οἶνος
εὐωδιάζων
εἰς
παρϑένους
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.