TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 963
Previous part

Book: Hab. 
ΑΜΒΑΚΟΥΜ


Chapter: 1 
Verse: 1    Τὸ λῆμμα, εἶδεν Αμβακουμ προϕήτης.
Verse: 2    
῞Εως τίνος, κύριε, κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃς; βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις;
Verse: 3    
ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονεν κρίσις, καὶ κριτὴς λαμβάνει.
Verse: 4    
διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον· ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.
Verse: 5    
ἴδετε, οἱ καταϕρονηταί, καὶ ἐπιβλέψατε καὶ ϑαυμάσατε ϑαυμάσια καὶ ἀϕανίσϑητε, διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται.
Verse: 6    
διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ἐϕ' ὑμᾶς τοὺς Χαλδαίους τοὺς μαχητάς, τὸ ἔϑνος τὸ πικρὸν καὶ τὸ ταχινὸν τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ·
Verse: 7    
ϕοβερὸς καὶ ἐπιϕανής ἐστιν, ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται·
Verse: 8    
καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς ᾽Αραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσιν μακρόϑεν καὶ πετασϑήσονται ὡς ἀετὸς πρόϑυμος εἰς τὸ ϕαγεῖν.
Verse: 9    
συντέλεια εἰς ἀσεβεῖς ἥξει ἀνϑεστηκότας προσώποις αὐτῶν ἐξ ἐναντίας καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν.
Verse: 10    
καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυϕήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.
Verse: 11    
τότε μεταβαλεῖ τὸ πνεῦμα καὶ διελεύσεται καὶ ἐξιλάσεται· αὕτη ἰσχὺς τῷ ϑεῷ μου.
Verse: 12    
οὐχὶ σὺ ἀπ' ἀρχῆς, κύριε, ϑεὸς ἅγιός μου; καὶ οὐ μὴ ἀποϑάνωμεν. κύριε, εἰς κρίμα τέταχας αὐτόν· καὶ ἔπλασέν με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ.
Verse: 13    
καϑαρὸς ὀϕϑαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· ἵνα τί ἐπιβλέπεις ἐπὶ καταϕρονοῦντας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;
Verse: 14    
καὶ ποιήσεις τοὺς ἀνϑρώπους ὡς τοὺς ἰχϑύας τῆς ϑαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον.
Verse: 15    
συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμϕιβλήστρῳ καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ· ἕνεκεν τούτου εὐϕρανϑήσεται καὶ χαρήσεται καρδία αὐτοῦ·
Verse: 16    
ἕνεκεν τούτου ϑύσει τῇ σαγήνῃ αὐτοῦ καὶ ϑυμιάσει τῷ ἀμϕιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανεν μερίδα αὐτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά·
Verse: 17    
διὰ τοῦτο ἀμϕιβαλεῖ τὸ ἀμϕίβληστρον αὐτοῦ καὶ διὰ παντὸς ἀποκτέννειν ἔϑνη οὐ ϕείσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.