TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 953
Previous part

Chapter: 3 
Verse: 1    Καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προϕητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ ϑυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασϑήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται·
Verse: 2    
καὶ ἐπὶ τοὺς δούλους καὶ ἐπὶ τὰς δούλας ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου.
Verse: 3    
καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
Verse: 4    
ἥλιος μεταστραϕήσεται εἰς σκότος καὶ σελήνη εἰς αἷμα πρὶν ἐλϑεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιϕανῆ.
Verse: 5    
καὶ ἔσται πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωϑήσεται· ὅτι ἐν τῷ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἔσται ἀνασῳζόμενος, καϑότι εἶπεν κύριος, καὶ εὐαγγελιζόμενοι, οὓς κύριος προσκέκληται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.