TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 949
Chapter: 6
Verse: 1
᾽Ακούσατε
δὴ
λόγον
κυρίου
·
κύριος
εἶπεν
᾽Ανάστηϑι
κρίϑητι
πρὸς
τὰ
ὄρη
,
καὶ
ἀκουσάτωσαν
οἱ
βουνοὶ
ϕωνήν
σου
.
Verse: 2
ἀκούσατε
,
βουνοί
,
τὴν
κρίσιν
τοῦ
κυρίου
,
καὶ
αἱ
ϕάραγγες
ϑεμέλια
τῆς
γῆς
,
ὅτι
κρίσις
τῷ
κυρίῳ
πρὸς
τὸν
λαὸν
αὐτοῦ
,
καὶ
μετὰ
τοῦ
Ισραηλ
διελεγχϑήσεται
.
Verse: 3
λαός
μου
,
τί
ἐποίησά
σοι
ἢ
τί
ἐλύπησά
σε
ἢ
τί
παρηνώχλησά
σοι
;
ἀποκρίϑητί
μοι
.
Verse: 4
διότι
ἀνήγαγόν
σε
ἐκ
γῆς
Αἰγύπτου
καὶ
ἐξ
οἴκου
δουλείας
ἐλυτρωσάμην
σε
καὶ
ἐξαπέστειλα
πρὸ
προσώπου
σου
τὸν
Μωυσῆν
καὶ
Ααρων
καὶ
Μαριαμ
.
Verse: 5
λαός
μου
,
μνήσϑητι
δὴ
τί
ἐβουλεύσατο
κατὰ
σοῦ
Βαλακ
βασιλεὺς
Μωαβ
,
καὶ
τί
ἀπεκρίϑη
αὐτῷ
Βαλααμ
υἱὸς
τοῦ
Βεωρ
ἀπὸ
τῶν
σχοίνων
ἕως
τοῦ
Γαλγαλ
,
ὅπως
γνωσϑῇ
ἡ
δικαιοσύνη
τοῦ
κυρίου
.
Verse: 6
ἐν
τίνι
καταλάβω
τὸν
κύριον
,
ἀντιλήμψομαι
ϑεοῦ
μου
ὑψίστου
;
εἰ
καταλήμψομαι
αὐτὸν
ἐν
ὁλοκαυτώμασιν
,
ἐν
μόσχοις
ἐνιαυσίοις
;
Verse: 7
εἰ
προσδέξεται
κύριος
ἐν
χιλιάσιν
κριῶν
ἢ
ἐν
μυριάσιν
χειμάρρων
πιόνων
;
εἰ
δῶ
πρωτότοκά
μου
ἀσεβείας
,
καρπὸν
κοιλίας
μου
ὑπὲρ
ἁμαρτίας
ψυχῆς
μου
;
Verse: 8
εἰ
ἀνηγγέλη
σοι
,
ἄνϑρωπε
,
τί
καλόν
;
ἢ
τί
κύριος
ἐκζητεῖ
παρὰ
σοῦ
ἀλλ
'
ἢ
τοῦ
ποιεῖν
κρίμα
καὶ
ἀγαπᾶν
ἔλεον
καὶ
ἕτοιμον
εἶναι
τοῦ
πορεύεσϑαι
μετὰ
κυρίου
ϑεοῦ
σου
;
Verse: 9
Φωνὴ
κυρίου
τῇ
πόλει
ἐπικληϑήσεται
,
καὶ
σώσει
ϕοβουμένους
τὸ
ὄνομα
αὐτοῦ
.
ἄκουε
,
ϕυλή
,
καὶ
τίς
κοσμήσει
πόλιν
;
Verse: 10
μὴ
πῦρ
καὶ
οἶκος
ἀνόμου
ϑησαυρίζων
ϑησαυροὺς
ἀνόμους
καὶ
μετὰ
ὕβρεως
ἀδικία
;
Verse: 11
εἰ
δικαιωϑήσεται
ἐν
ζυγῷ
ἄνομος
καὶ
ἐν
μαρσίππῳ
στάϑμια
δόλου
;
Verse: 12
ἐξ
ὧν
τὸν
πλοῦτον
αὐτῶν
ἀσεβείας
ἔπλησαν
,
καὶ
οἱ
κατοικοῦντες
αὐτὴν
ἐλάλουν
ψευδῆ
,
καὶ
ἡ
γλῶσσα
αὐτῶν
ὑψώϑη
ἐν
τῷ
στόματι
αὐτῶν
.
Verse: 13
καὶ
ἐγὼ
ἄρξομαι
τοῦ
πατάξαι
σε
,
ἀϕανιῶ
σε
ἐπὶ
ταῖς
ἁμαρτίαις
σου
.
Verse: 14
σὺ
ϕάγεσαι
καὶ
οὐ
μὴ
ἐμπλησϑῇς
·
καὶ
σκοτάσει
ἐν
σοὶ
καὶ
ἐκνεύσει
,
καὶ
οὐ
μὴ
διασωϑῇς
·
καὶ
ὅσοι
ἐὰν
διασωϑῶσιν
,
εἰς
ῥομϕαίαν
παραδοϑήσονται
.
Verse: 15
σὺ
σπερεῖς
καὶ
οὐ
μὴ
ἀμήσῃς
,
σὺ
πιέσεις
ἐλαίαν
καὶ
οὐ
μὴ
ἀλείψῃ
ἔλαιον
,
καὶ
οἶνον
καὶ
οὐ
μὴ
πίητε
,
καὶ
ἀϕανισϑήσεται
νόμιμα
λαοῦ
μου
.
Verse: 16
καὶ
ἐϕύλαξας
τὰ
δικαιώματα
Ζαμβρι
καὶ
πάντα
τὰ
ἔργα
οἴκου
Αχααβ
καὶ
ἐπορεύϑητε
ἐν
ταῖς
βουλαῖς
αὐτῶν
,
ὅπως
παραδῶ
σε
εἰς
ἀϕανισμὸν
καὶ
τοὺς
κατοικοῦντας
αὐτὴν
εἰς
συρισμόν
·
καὶ
ὀνείδη
λαῶν
λήμψεσϑε
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.