TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 943
Chapter: 9
Verse: 1
Εἶδον
τὸν
κύριον
ἐϕεστῶτα
ἐπὶ
τοῦ
ϑυσιαστηρίου
,
καὶ
εἶπεν
Πάταξον
ἐπὶ
τὸ
ἱλαστήριον
καὶ
σεισϑήσεται
τὰ
πρόπυλα
καὶ
διάκοψον
εἰς
κεϕαλὰς
πάντων
·
καὶ
τοὺς
καταλοίπους
αὐτῶν
ἐν
ῥομϕαίᾳ
ἀποκτενῶ
,
οὐ
μὴ
διαϕύγῃ
ἐξ
αὐτῶν
ϕεύγων
,
καὶ
οὐ
μὴ
διασωϑῇ
ἐξ
αὐτῶν
ἀνασῳζόμενος
.
Verse: 2
ἐὰν
κατορυγῶσιν
εἰς
ᾅδου
,
ἐκεῖϑεν
ἡ
χείρ
μου
ἀνασπάσει
αὐτούς
·
καὶ
ἐὰν
ἀναβῶσιν
εἰς
τὸν
οὐρανόν
,
ἐκεῖϑεν
κατάξω
αὐτούς
·
Verse: 3
ἐὰν
ἐγκρυβῶσιν
εἰς
τὴν
κορυϕὴν
τοῦ
Καρμήλου
,
ἐκεῖϑεν
ἐξερευνήσω
καὶ
λήμψομαι
αὐτούς
·
καὶ
ἐὰν
καταδύσωσιν
ἐξ
ὀϕϑαλμῶν
μου
εἰς
τὰ
βάϑη
τῆς
ϑαλάσσης
,
ἐκεῖ
ἐντελοῦμαι
τῷ
δράκοντι
καὶ
δήξεται
αὐτούς
·
Verse: 4
καὶ
ἐὰν
πορευϑῶσιν
ἐν
αἰχμαλωσίᾳ
πρὸ
προσώπου
τῶν
ἐχϑρῶν
αὐτῶν
,
ἐκεῖ
ἐντελοῦμαι
τῇ
ῥομϕαίᾳ
καὶ
ἀποκτενεῖ
αὐτούς
·
καὶ
στηριῶ
τοὺς
ὀϕϑαλμούς
μου
ἐπ
'
αὐτοὺς
εἰς
κακὰ
καὶ
οὐκ
εἰς
ἀγαϑά
.
Verse: 5
καὶ
κύριος
κύριος
ὁ
ϑεὸς
ὁ
παντοκράτωρ
,
ὁ
ἐϕαπτόμενος
τῆς
γῆς
καὶ
σαλεύων
αὐτήν
,
καὶ
πενϑήσουσιν
πάντες
οἱ
κατοικοῦντες
αὐτήν
,
καὶ
ἀναβήσεται
ὡς
ποταμὸς
συντέλεια
αὐτῆς
καὶ
καταβήσεται
ὡς
ποταμὸς
Αἰγύπτου
·
Verse: 6
ὁ
οἰκοδομῶν
εἰς
τὸν
οὐρανὸν
ἀνάβασιν
αὐτοῦ
καὶ
τὴν
ἐπαγγελίαν
αὐτοῦ
ἐπὶ
τῆς
γῆς
ϑεμελιῶν
,
ὁ
προσκαλούμενος
τὸ
ὕδωρ
τῆς
ϑαλάσσης
καὶ
ἐκχέων
αὐτὸ
ἐπὶ
πρόσωπον
τῆς
γῆς
·
κύριος
ὁ
ϑεὸς
ὁ
παντοκράτωρ
ὄνομα
αὐτῷ
.
Verse: 7
οὐχ
ὡς
υἱοὶ
Αἰϑιόπων
ὑμεῖς
ἐστε
ἐμοί
,
υἱοὶ
Ισραηλ
;
λέγει
κύριος
.
οὐ
τὸν
Ισραηλ
ἀνήγαγον
ἐκ
γῆς
Αἰγύπτου
καὶ
τοὺς
ἀλλοϕύλους
ἐκ
Καππαδοκίας
καὶ
τοὺς
Σύρους
ἐκ
βόϑρου
;
Verse: 8
᾽Ιδοὺ
οἱ
ὀϕϑαλμοὶ
κυρίου
τοῦ
ϑεοῦ
ἐπὶ
τὴν
βασιλείαν
τῶν
ἁμαρτωλῶν
καὶ
ἐξαρῶ
αὐτὴν
ἀπὸ
προσώπου
τῆς
γῆς
·
πλὴν
ὅτι
οὐκ
εἰς
τέλος
ἐξαρῶ
τὸν
οἶκον
Ιακωβ
,
λέγει
κύριος
.
Verse: 9
διότι
ἰδοὺ
ἐγὼ
ἐντέλλομαι
καὶ
λικμιῶ
ἐν
πᾶσι
τοῖς
ἔϑνεσιν
τὸν
οἶκον
τοῦ
Ισραηλ
,
ὃν
τρόπον
λικμᾶται
ἐν
τῷ
λικμῷ
καὶ
οὐ
μὴ
πέσῃ
σύντριμμα
ἐπὶ
τὴν
γῆν
.
Verse: 10
ἐν
ῥομϕαίᾳ
τελευτήσουσι
πάντες
ἁμαρτωλοὶ
λαοῦ
μου
οἱ
λέγοντες
Οὐ
μὴ
ἐγγίσῃ
οὐδ
'
οὐ
μὴ
γένηται
ἐϕ
'
ἡμᾶς
τὰ
κακά
.
Verse: 11
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἀναστήσω
τὴν
σκηνὴν
Δαυιδ
τὴν
πεπτωκυῖαν
καὶ
ἀνοικοδομήσω
τὰ
πεπτωκότα
αὐτῆς
καὶ
τὰ
κατεσκαμμένα
αὐτῆς
ἀναστήσω
καὶ
ἀνοικοδομήσω
αὐτὴν
καϑὼς
αἱ
ἡμέραι
τοῦ
αἰῶνος
,
Verse: 12
ὅπως
ἐκζητήσωσιν
οἱ
κατάλοιποι
τῶν
ἀνϑρώπων
καὶ
πάντα
τὰ
ἔϑνη
,
ἐϕ
'
οὓς
ἐπικέκληται
τὸ
ὄνομά
μου
ἐπ
'
αὐτούς
,
λέγει
κύριος
ὁ
ϑεὸς
ὁ
ποιῶν
ταῦτα
.
Verse: 13
ἰδοὺ
ἡμέραι
ἔρχονται
,
λέγει
κύριος
,
καὶ
καταλήμψεται
ὁ
ἀλοητὸς
τὸν
τρύγητον
,
καὶ
περκάσει
ἡ
σταϕυλὴ
ἐν
τῷ
σπόρῳ
,
καὶ
ἀποσταλάξει
τὰ
ὄρη
γλυκασμόν
,
καὶ
πάντες
οἱ
βουνοὶ
σύμϕυτοι
ἔσονται
·
Verse: 14
καὶ
ἐπιστρέψω
τὴν
αἰχμαλωσίαν
λαοῦ
μου
Ισραηλ
,
καὶ
οἰκοδομήσουσιν
πόλεις
τὰς
ἠϕανισμένας
καὶ
κατοικήσουσιν
καὶ
καταϕυτεύσουσιν
ἀμπελῶνας
καὶ
πίονται
τὸν
οἶνον
αὐτῶν
καὶ
ϕυτεύσουσιν
κήπους
καὶ
ϕάγονται
τὸν
καρπὸν
αὐτῶν
·
Verse: 15
καὶ
καταϕυτεύσω
αὐτοὺς
ἐπὶ
τῆς
γῆς
αὐτῶν
,
καὶ
οὐ
μὴ
ἐκσπασϑῶσιν
οὐκέτι
ἀπὸ
τῆς
γῆς
αὐτῶν
,
ἧς
ἔδωκα
αὐτοῖς
,
λέγει
κύριος
ὁ
ϑεὸς
ὁ
παντοκράτωρ
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.