TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 941
Previous part

Chapter: 7 
Verse: 1    Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωϑινή, καὶ ἰδοὺ βροῦχος εἷς Γωγ βασιλεύς.
Verse: 2    
καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταϕαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα Κύριε κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ιακωβ; ὅτι ὀλιγοστός ἐστιν·
Verse: 3    
μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐκ ἔσται, λέγει κύριος.
Verse: 4    
Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος, καὶ κατέϕαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέϕαγεν τὴν μερίδα.
Verse: 5    
καὶ εἶπα Κύριε κύριε, κόπασον δή· τίς ἀναστήσει τὸν Ιακωβ; ὅτι ὀλιγοστός ἐστιν·
Verse: 6    
μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει κύριος.
Verse: 7    
Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας.
Verse: 8    
καὶ εἶπεν κύριος πρός με Τί σὺ ὁρᾷς, Αμως; καὶ εἶπα ᾽Αδάμαντα. καὶ εἶπεν κύριος πρός με ᾽Ιδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ισραηλ, οὐκέτι μὴ προσϑῶ τοῦ παρελϑεῖν αὐτόν·
Verse: 9    
καὶ ἀϕανισϑήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ισραηλ ἐξερημωϑήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ιεροβοαμ ἐν ῥομϕαίᾳ.
Verse: 10    
Καὶ ἐξαπέστειλεν Αμασιας ἱερεὺς Βαιϑηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων Συστροϕὰς ποιεῖται κατὰ σοῦ Αμως ἐν μέσῳ οἴκου Ισραηλ· οὐ μὴ δύνηται γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ·
Verse: 11    
διότι τάδε λέγει Αμως ᾽Εν ῥομϕαίᾳ τελευτήσει Ιεροβοαμ, δὲ Ισραηλ αἰχμάλωτος ἀχϑήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.
Verse: 12    
καὶ εἶπεν Αμασιας πρὸς Αμως ῾Ο ὁρῶν, βάδιζε ἐκχώρησον εἰς γῆν Ιουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προϕητεύσεις·
Verse: 13    
εἰς δὲ Βαιϑηλ οὐκέτι μὴ προσϑῇς τοῦ προϕητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν.
Verse: 14    
καὶ ἀπεκρίϑη Αμως καὶ εἶπεν πρὸς Αμασιαν Οὐκ ἤμην προϕήτης ἐγὼ οὐδὲ υἱὸς προϕήτου, ἀλλ' αἰπόλος ἤμην καὶ κνίζων συκάμινα·
Verse: 15    
καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων, καὶ εἶπεν κύριος πρός με Βάδιζε προϕήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ.
Verse: 16    
καὶ νῦν ἄκουε λόγον κυρίου Σὺ λέγεις Μὴ προϕήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ιακωβ·
Verse: 17    
διὰ τοῦτο τάδε λέγει κύριος ῾Η γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ ϑυγατέρες σου ἐν ῥομϕαίᾳ πεσοῦνται, καὶ γῆ σου ἐν σχοινίῳ καταμετρηϑήσεται, καὶ σὺ ἐν γῇ ἀκαϑάρτῳ τελευτήσεις, δὲ Ισραηλ αἰχμάλωτος ἀχϑήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.