TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 834
Chapter: 3
Verse: 1
Δικαίων
δὲ
ψυχαὶ
ἐν
χειρὶ
ϑεοῦ
,
καὶ
οὐ
μὴ
ἅψηται
αὐτῶν
βάσανος
.
Verse: 2
ἔδοξαν
ἐν
ὀϕϑαλμοῖς
ἀϕρόνων
τεϑνάναι
,
καὶ
ἐλογίσϑη
κάκωσις
ἡ
ἔξοδος
αὐτῶν
Verse: 3
καὶ
ἡ
ἀϕ
'
ἡμῶν
πορεία
σύντριμμα
,
οἱ
δέ
εἰσιν
ἐν
εἰρήνῃ
.
Verse: 4
καὶ
γὰρ
ἐν
ὄψει
ἀνϑρώπων
ἐὰν
κολασϑῶσιν
,
ἡ
ἐλπὶς
αὐτῶν
ἀϑανασίας
πλήρης
·
Verse: 5
καὶ
ὀλίγα
παιδευϑέντες
μεγάλα
εὐεργετηϑήσονται
,
ὅτι
ὁ
ϑεὸς
ἐπείρασεν
αὐτοὺς
καὶ
εὗρεν
αὐτοὺς
ἀξίους
ἑαυτοῦ
·
Verse: 6
ὡς
χρυσὸν
ἐν
χωνευτηρίῳ
ἐδοκίμασεν
αὐτοὺς
καὶ
ὡς
ὁλοκάρπωμα
ϑυσίας
προσεδέξατο
αὐτούς
.
Verse: 7
καὶ
ἐν
καιρῷ
ἐπισκοπῆς
αὐτῶν
ἀναλάμψουσιν
καὶ
ὡς
σπινϑῆρες
ἐν
καλάμῃ
διαδραμοῦνται
·
Verse: 8
κρινοῦσιν
ἔϑνη
καὶ
κρατήσουσιν
λαῶν
,
καὶ
βασιλεύσει
αὐτῶν
κύριος
εἰς
τοὺς
αἰῶνας
.
Verse: 9
οἱ
πεποιϑότες
ἐπ
'
αὐτῷ
συνήσουσιν
ἀλήϑειαν
,
καὶ
οἱ
πιστοὶ
ἐν
ἀγάπῃ
προσμενοῦσιν
αὐτῷ
·
ὅτι
χάρις
καὶ
ἔλεος
τοῖς
ἐκλεκτοῖς
αὐτοῦ
.
Verse: 10
Οἱ
δὲ
ἀσεβεῖς
καϑὰ
ἐλογίσαντο
ἕξουσιν
ἐπιτιμίαν
οἱ
ἀμελήσαντες
τοῦ
δικαίου
καὶ
τοῦ
κυρίου
ἀποστάντες
·
Verse: 11
σοϕίαν
γὰρ
καὶ
παιδείαν
ὁ
ἐξουϑενῶν
ταλαίπωρος
,
καὶ
κενὴ
ἡ
ἐλπὶς
αὐτῶν
,
καὶ
οἱ
κόποι
ἀνόνητοι
,
καὶ
ἄχρηστα
τὰ
ἔργα
αὐτῶν
·
Verse: 12
αἱ
γυναῖκες
αὐτῶν
ἄϕρονες
,
καὶ
πονηρὰ
τὰ
τέκνα
αὐτῶν
,
ἐπικατάρατος
ἡ
γένεσις
αὐτῶν
.
Verse: 13
ὅτι
μακαρία
στεῖρα
ἡ
ἀμίαντος
,
ἥτις
οὐκ
ἔγνω
κοίτην
ἐν
παραπτώματι
,
ἕξει
καρπὸν
ἐν
ἐπισκοπῇ
ψυχῶν
,
Verse: 14
καὶ
εὐνοῦχος
ὁ
μὴ
ἐργασάμενος
ἐν
χειρὶ
ἀνόμημα
μηδὲ
ἐνϑυμηϑεὶς
κατὰ
τοῦ
κυρίου
πονηρά
,
δοϑήσεται
γὰρ
αὐτῷ
τῆς
πίστεως
χάρις
ἐκλεκτὴ
καὶ
κλῆρος
ἐν
ναῷ
κυρίου
ϑυμηρέστερος
.
Verse: 15
ἀγαϑῶν
γὰρ
πόνων
καρπὸς
εὐκλεής
,
καὶ
ἀδιάπτωτος
ἡ
ῥίζα
τῆς
ϕρονήσεως
.
Verse: 16
τέκνα
δὲ
μοιχῶν
ἀτέλεστα
ἔσται
,
καὶ
ἐκ
παρανόμου
κοίτης
σπέρμα
ἀϕανισϑήσεται
.
Verse: 17
ἐάν
τε
γὰρ
μακρόβιοι
γένωνται
,
εἰς
οὐϑὲν
λογισϑήσονται
,
καὶ
ἄτιμον
ἐπ
'
ἐσχάτων
τὸ
γῆρας
αὐτῶν
·
Verse: 18
ἐάν
τε
ὀξέως
τελευτήσωσιν
,
οὐχ
ἕξουσιν
ἐλπίδα
οὐδὲ
ἐν
ἡμέρᾳ
διαγνώσεως
παραμύϑιον
·
Verse: 19
γενεᾶς
γὰρ
ἀδίκου
χαλεπὰ
τὰ
τέλη
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.