TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 827
Chapter: 38
Verse: 1
Μετὰ
δὲ
τὸ
παύσασϑαι
Ελιουν
τῆς
λέξεως
εἶπεν
ὁ
κύριος
τῷ
Ιωβ
διὰ
λαίλαπος
καὶ
νεϕῶν
Verse: 2
Τίς
οὗτος
ὁ
κρύπτων
με
βουλήν
,
συνέχων
δὲ
ῥήματα
ἐν
καρδίᾳ
,
ἐμὲ
δὲ
οἴεται
κρύπτειν
;
Verse: 3
ζῶσαι
ὥσπερ
ἀνὴρ
τὴν
ὀσϕύν
σου
,
ἐρωτήσω
δέ
σε
,
σὺ
δέ
μοι
ἀποκρίϑητι
.
Verse: 4
ποῦ
ἦς
ἐν
τῷ
ϑεμελιοῦν
με
τὴν
γῆν
;
ἀπάγγειλον
δέ
μοι
,
εἰ
ἐπίστῃ
σύνεσιν
.
Verse: 5
τίς
ἔϑετο
τὰ
μέτρα
αὐτῆς
,
εἰ
οἶδας
;
ἢ
τίς
ὁ
ἐπαγαγὼν
σπαρτίον
ἐπ
'
αὐτῆς
;
Verse: 6
ἐπὶ
τίνος
οἱ
κρίκοι
αὐτῆς
πεπήγασιν
;
τίς
δέ
ἐστιν
ὁ
βαλὼν
λίϑον
γωνιαῖον
ἐπ
'
αὐτῆς
;
Verse: 7
ὅτε
ἐγενήϑησαν
ἄστρα
,
ᾔνεσάν
με
ϕωνῇ
μεγάλῃ
πάντες
ἄγγελοί
μου
.
Verse: 8
ἔϕραξα
δὲ
ϑάλασσαν
πύλαις
,
ὅτε
ἐμαίμασσεν
ἐκ
κοιλίας
μητρὸς
αὐτῆς
ἐκπορευομένη
·
Verse: 9
ἐϑέμην
δὲ
αὐτῇ
νέϕος
ἀμϕίασιν
,
ὁμίχλῃ
δὲ
αὐτὴν
ἐσπαργάνωσα
·
Verse: 10
ἐϑέμην
δὲ
αὐτῇ
ὅρια
περιϑεὶς
κλεῖϑρα
καὶ
πύλας
·
Verse: 11
εἶπα
δὲ
αὐτῇ
Μέχρι
τούτου
ἐλεύσῃ
καὶ
οὐχ
ὑπερβήσῃ
,
ἀλλ
'
ἐν
σεαυτῇ
συντριβήσεταί
σου
τὰ
κύματα
.
Verse: 12
ἦ
ἐπὶ
σοῦ
συντέταχα
ϕέγγος
πρωινόν
,
ἑωσϕόρος
δὲ
εἶδεν
τὴν
ἑαυτοῦ
τάξιν
Verse: 13
ἐπιλαβέσϑαι
πτερύγων
γῆς
,
ἐκτινάξαι
ἀσεβεῖς
ἐξ
αὐτῆς
;
Verse: 14
ἦ
σὺ
λαβὼν
γῆν
πηλὸν
ἔπλασας
ζῷον
καὶ
λαλητὸν
αὐτὸν
ἔϑου
ἐπὶ
γῆς
;
Verse: 15
ἀϕεῖλας
δὲ
ἀπὸ
ἀσεβῶν
τὸ
ϕῶς
,
βραχίονα
δὲ
ὑπερηϕάνων
συνέτριψας
;
Verse: 16
ἦλϑες
δὲ
ἐπὶ
πηγὴν
ϑαλάσσης
,
ἐν
δὲ
ἴχνεσιν
ἀβύσσου
περιεπάτησας
;
Verse: 17
ἀνοίγονται
δέ
σοι
ϕόβῳ
πύλαι
ϑανάτου
,
πυλωροὶ
δὲ
ᾅδου
ἰδόντες
σε
ἔπτηξαν
;
Verse: 18
νενουϑέτησαι
δὲ
τὸ
εὖρος
τῆς
ὑπ
'
οὐρανόν
;
ἀνάγγειλον
δή
μοι
πόση
τίς
ἐστιν
.
Verse: 19
ποίᾳ
δὲ
γῇ
αὐλίζεται
τὸ
ϕῶς
,
σκότους
δὲ
ποῖος
ὁ
τόπος
;
Verse: 20
εἰ
ἀγάγοις
με
εἰς
ὅρια
αὐτῶν
;
εἰ
δὲ
καὶ
ἐπίστασαι
τρίβους
αὐτῶν
;
Verse: 21
οἶδα
ἄρα
ὅτι
τότε
γεγέννησαι
,
ἀριϑμὸς
δὲ
ἐτῶν
σου
πολύς
.
Verse: 22
ἦλϑες
δὲ
ἐπὶ
ϑησαυροὺς
χιόνος
,
ϑησαυροὺς
δὲ
χαλάζης
ἑόρακας
.
Verse: 23
ἀπόκειται
δέ
σοι
εἰς
ὥραν
ἐχϑρῶν
,
εἰς
ἡμέραν
πολέμου
καὶ
μάχης
.
Verse: 24
πόϑεν
δὲ
ἐκπορεύεται
πάχνη
ἢ
διασκεδάννυται
νότος
εἰς
τὴν
ὑπ
'
οὐρανόν
;
Verse: 25
τίς
δὲ
ἡτοίμασεν
ὑετῷ
λάβρῳ
ῥύσιν
,
ὁδὸν
δὲ
κυδοιμῶν
Verse: 26
τοῦ
ὑετίσαι
ἐπὶ
γῆν
,
οὗ
οὐκ
ἀνήρ
,
ἔρημον
,
οὗ
οὐχ
ὑπάρχει
ἄνϑρωπος
ἐν
αὐτῇ
,
Verse: 27
τοῦ
χορτάσαι
ἄβατον
καὶ
ἀοίκητον
καὶ
τοῦ
ἐκβλαστῆσαι
ἔξοδον
χλόης
;S
Verse: 28
τίς
ἐστιν
ὑετοῦ
πατήρ
;
τίς
δέ
ἐστιν
ὁ
τετοκὼς
βώλους
δρόσου
;
Verse: 29
ἐκ
γαστρὸς
δὲ
τίνος
ἐκπορεύεται
ὁ
κρύσταλλος
;
πάχνην
δὲ
ἐν
οὐρανῷ
τίς
τέτοκεν
,
Verse: 30
ἣ
καταβαίνει
ὥσπερ
ὕδωρ
ῥέον
;
πρόσωπον
δὲ
ἀβύσσου
τίς
ἔπηξεν
;
Verse: 31
συνῆκας
δὲ
δεσμὸν
Πλειάδος
καὶ
ϕραγμὸν
᾽Ωρίωνος
ἤνοιξας
;
Verse: 32
ἦ
διανοίξεις
μαζουρωϑ
ἐν
καιρῷ
αὐτοῦ
καὶ
῞Εσπερον
ἐπὶ
κόμης
αὐτοῦ
ἄξεις
αὐτά
;S
Verse: 33
ἐπίστασαι
δὲ
τροπὰς
οὐρανοῦ
ἢ
τὰ
ὑπ
'
οὐρανὸν
ὁμοϑυμαδὸν
γινόμενα
;
Verse: 34
καλέσεις
δὲ
νέϕος
ϕωνῇ
,
καὶ
τρόμῳ
ὕδατος
λάβρῳ
ὑπακούσεταί
σου
;
Verse: 35
ἀποστελεῖς
δὲ
κεραυνοὺς
καὶ
πορεύσονται
;
ἐροῦσιν
δέ
σοι
Τί
ἐστιν
;
Verse: 36
τίς
δὲ
ἔδωκεν
γυναιξὶν
ὑϕάσματος
σοϕίαν
ἢ
ποικιλτικὴν
ἐπιστήμην
;
Verse: 37
τίς
δὲ
ὁ
ἀριϑμῶν
νέϕη
σοϕίᾳ
,
οὐρανὸν
δὲ
εἰς
γῆν
ἔκλινεν
;
Verse: 38
κέχυται
δὲ
ὥσπερ
γῆ
κονία
,
κεκόλληκα
δὲ
αὐτὸν
ὥσπερ
λίϑῳ
κύβον
.
Verse: 39
ϑηρεύσεις
δὲ
λέουσιν
βοράν
,
ψυχὰς
δὲ
δρακόντων
ἐμπλήσεις
;
Verse: 40
δεδοίκασιν
γὰρ
ἐν
κοίταις
αὐτῶν
,
κάϑηνται
δὲ
ἐν
ὕλαις
ἐνεδρεύοντες
.
Verse: 41
τίς
δὲ
ἡτοίμασεν
κόρακι
βοράν
;
νεοσσοὶ
γὰρ
αὐτοῦ
πρὸς
κύριον
κεκράγασιν
πλανώμενοι
τὰ
σῖτα
ζητοῦντες
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.