TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 821
Previous part

Chapter: 32 
Verse: 1  ῾Ησύχασαν δὲ καὶ οἱ τρεῖς ϕίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ιωβ·
ἦν γὰρ Ιωβ δίκαιος ἐναντίον αὐτῶν.
Verse: 2 
ὠργίσϑη δὲ Ελιους τοῦ Βαραχιηλ Βουζίτης
ἐκ τῆς συγγενείας Ραμ τῆς Αυσίτιδος χώρας,
ὠργίσϑη δὲ τῷ Ιωβ σϕόδρα,
διότι ἀπέϕηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου·
Verse: 3 
καὶ κατὰ τῶν τριῶν δὲ ϕίλων ὠργίσϑη σϕόδρα,
διότι οὐκ ἠδυνήϑησαν ἀποκριϑῆναι ἀντίϑετα Ιωβ
καὶ ἔϑεντο αὐτὸν εἶναι ἀσεβῆ.
Verse: 4 
Ελιους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ιωβ,
ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις.
Verse: 5 
καὶ εἶδεν Ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις
ἐν στόματι τῶν τριῶν ἀνδρῶν,
καὶ ἐϑυμώϑη ὀργὴ αὐτοῦ.S
Verse: 6 
ὑπολαβὼν δὲ Ελιους τοῦ Βαραχιηλ Βουζίτης εἶπεν
Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι·
διὸ ἡσύχασα ϕοβηϑεὶς
τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην·
Verse: 7 
εἶπα δὲ ὅτι ῾Ο χρόνος ἐστὶν λαλῶν,
ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοϕίαν.
Verse: 8 
ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς,
πνοὴ δὲ παντοκράτορός ἐστιν διδάσκουσα·
Verse: 9 
οὐχ οἱ πολυχρόνιοί εἰσιν σοϕοί,
οὐδ' οἱ γέροντες οἴδασιν κρίμα.
Verse: 10 
διὸ εἶπα ᾽Ακούσατέ μου,
καὶ ἀναγγελῶ ὑμῖν οἶδα·
Verse: 11 
ἐνωτίζεσϑέ μου τὰ ῥήματα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων,
ἄχρι οὗ ἐτάσητε λόγους.
Verse: 12 
καὶ μέχρι ὑμῶν συνήσω,
καὶ ἰδοὺ οὐκ ἦν τῷ Ιωβ ἐλέγχων,
ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν,S
Verse: 13 
ἵνα μὴ εἴπητε Εὕρομεν σοϕίαν κυρίῳ προσϑέμενοι·
Verse: 14 
ἀνϑρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα.
Verse: 15 
ἐπτοήϑησαν, οὐκ ἀπεκρίϑησαν ἔτι,
ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους.
Verse: 16 
ὑπέμεινα, οὐ γὰρ ἐλάλησαν·
ὅτι ἔστησαν, οὐκ ἀπεκρίϑησαν.S
Verse: 17 
῾Υπολαβὼν δὲ Ελιους λέγει
Verse: 18 
Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων,
ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός·
Verse: 19 
δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος
ὥσπερ ϕυσητὴρ χαλκέως ἐρρηγώς.
Verse: 20 
λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη·
Verse: 21 
ἄνϑρωπον γὰρ οὐ μὴ αἰσχυνϑῶ,
ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ·
Verse: 22 
οὐ γὰρ ἐπίσταμαι ϑαυμάσαι πρόσωπον·
εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.