TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 814
Previous part

Chapter: 25 
Verse: 1  ῾Υπολαβὼν δὲ Βαλδαδ Σαυχίτης λέγει
Verse: 2 
Τί γὰρ προοίμιον ϕόβος παρ' αὐτοῦ,
ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ;
Verse: 3 
μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς;
ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ;
Verse: 4 
πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου;
τίς ἂν ἀποκαϑαρίσαι ἑαυτὸν γεννητὸς γυναικός;
Verse: 5 
εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιϕαύσκει·
ἄστρα δὲ οὐ καϑαρὰ ἐναντίον αὐτοῦ.
Verse: 6 
ἔα δέ, ἄνϑρωπος σαπρία
καὶ υἱὸς ἀνϑρώπου σκώληξ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.