TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 774
Chapter: 5
Verse: 1
μὴ
σπεῦδε
ἐπὶ
στόματί
σου
,
καὶ
καρδία
σου
μὴ
ταχυνάτω
τοῦ
ἐξενέγκαι
λόγον
πρὸ
προσώπου
τοῦ
ϑεοῦ
·
ὅτι
ὁ
ϑεὸς
ἐν
τῷ
οὐρανῷ
,
καὶ
σὺ
ἐπὶ
τῆς
γῆς
,
ἐπὶ
τούτῳ
ἔστωσαν
οἱ
λόγοι
σου
ὀλίγοι
.
Verse: 2
ὅτι
παραγίνεται
ἐνύπνιον
ἐν
πλήϑει
περισπασμοῦ
καὶ
ϕωνὴ
ἄϕρονος
ἐν
πλήϑει
λόγων
.
Verse: 3
καϑὼς
ἂν
εὔξῃ
εὐχὴν
τῷ
ϑεῷ
,
μὴ
χρονίσῃς
τοῦ
ἀποδοῦναι
αὐτήν
·
ὅτι
οὐκ
ἔστιν
ϑέλημα
ἐν
ἄϕροσιν
,
σὺν
ὅσα
ἐὰν
εὔξῃ
ἀπόδος
.
Verse: 4
ἀγαϑὸν
τὸ
μὴ
εὔξασϑαί
σε
ἢ
τὸ
εὔξασϑαί
σε
καὶ
μὴ
ἀποδοῦναι
.
Verse: 5
μὴ
δῷς
τὸ
στόμα
σου
τοῦ
ἐξαμαρτῆσαι
τὴν
σάρκα
σου
καὶ
μὴ
εἴπῃς
πρὸ
προσώπου
τοῦ
ϑεοῦ
ὅτι
῎Αγνοιά
ἐστιν
,
ἵνα
μὴ
ὀργισϑῇ
ὁ
ϑεὸς
ἐπὶ
ϕωνῇ
σου
καὶ
διαϕϑείρῃ
τὰ
ποιήματα
χειρῶν
σου
.
Verse: 6
ὅτι
ἐν
πλήϑει
ἐνυπνίων
καὶ
ματαιότητες
καὶ
λόγοι
πολλοί
·
ὅτι
σὺν
τὸν
ϑεὸν
ϕοβοῦ
.
Verse: 7
᾽Εὰν
συκοϕαντίαν
πένητος
καὶ
ἁρπαγὴν
κρίματος
καὶ
δικαιοσύνης
ἴδῃς
ἐν
χώρᾳ
,
μὴ
ϑαυμάσῃς
ἐπὶ
τῷ
πράγματι
·
ὅτι
ὑψηλὸς
ἐπάνω
ὑψηλοῦ
ϕυλάξαι
καὶ
ὑψηλοὶ
ἐπ
'
αὐτούς
.
Verse: 8
καὶ
περισσεία
γῆς
ἐν
παντί
ἐστι
,
βασιλεὺς
τοῦ
ἀγροῦ
εἰργασμένου
.
Verse: 9
᾽Αγαπῶν
ἀργύριον
οὐ
πλησϑήσεται
ἀργυρίου
·
καὶ
τίς
ἠγάπησεν
ἐν
πλήϑει
αὐτῶν
γένημα
;
καί
γε
τοῦτο
ματαιότης
.
Verse: 10
ἐν
πλήϑει
τῆς
ἀγαϑωσύνης
ἐπληϑύνϑησαν
ἔσϑοντες
αὐτήν
·
καὶ
τί
ἀνδρεία
τῷ
παρ
'
αὐτῆς
ὅτι
ἀλλ
'
ἢ
τοῦ
ὁρᾶν
ὀϕϑαλμοῖς
αὐτοῦ
;
Verse: 11
γλυκὺς
ὕπνος
τοῦ
δούλου
,
εἰ
ὀλίγον
καὶ
εἰ
πολὺ
ϕάγεται
·
καὶ
τῷ
ἐμπλησϑέντι
τοῦ
πλουτῆσαι
οὐκ
ἔστιν
ἀϕίων
αὐτὸν
τοῦ
ὑπνῶσαι
.
Verse: 12
ἔστιν
ἀρρωστία
,
ἣν
εἶδον
ὑπὸ
τὸν
ἥλιον
,
πλοῦτον
ϕυλασσόμενον
τῷ
παρ
'
αὐτοῦ
εἰς
κακίαν
αὐτοῦ
,
Verse: 13
καὶ
ἀπολεῖται
ὁ
πλοῦτος
ἐκεῖνος
ἐν
περισπασμῷ
πονηρῷ
,
καὶ
ἐγέννησεν
υἱόν
,
καὶ
οὐκ
ἔστιν
ἐν
χειρὶ
αὐτοῦ
οὐδέν
.
Verse: 14
καϑὼς
ἐξῆλϑεν
ἀπὸ
γαστρὸς
μητρὸς
αὐτοῦ
γυμνός
,
ἐπιστρέψει
τοῦ
πορευϑῆναι
ὡς
ἥκει
καὶ
οὐδὲν
οὐ
λήμψεται
ἐν
μόχϑῳ
αὐτοῦ
,
ἵνα
πορευϑῇ
ἐν
χειρὶ
αὐτοῦ
.
Verse: 15
καί
γε
τοῦτο
πονηρὰ
ἀρρωστία
·
ὥσπερ
γὰρ
παρεγένετο
,
οὕτως
καὶ
ἀπελεύσεται
,
καὶ
τίς
περισσεία
αὐτῷ
,
ᾗ
μοχϑεῖ
εἰς
ἄνεμον
;
Verse: 16
καί
γε
πᾶσαι
αἱ
ἡμέραι
αὐτοῦ
ἐν
σκότει
καὶ
πένϑει
καὶ
ϑυμῷ
πολλῷ
καὶ
ἀρρωστίᾳ
καὶ
χόλῳ
.
Verse: 17
᾽Ιδοὺ
ὃ
εἶδον
ἐγὼ
ἀγαϑόν
,
ὅ
ἐστιν
καλόν
,
τοῦ
ϕαγεῖν
καὶ
τοῦ
πιεῖν
καὶ
τοῦ
ἰδεῖν
ἀγαϑωσύνην
ἐν
παντὶ
μόχϑῳ
αὐτοῦ
,
ᾧ
ἐὰν
μοχϑῇ
ὑπὸ
τὸν
ἥλιον
ἀριϑμὸν
ἡμερῶν
ζωῆς
αὐτοῦ
,
ὧν
ἔδωκεν
αὐτῷ
ὁ
ϑεός
·
ὅτι
αὐτὸ
μερὶς
αὐτοῦ
.
Verse: 18
καί
γε
πᾶς
ὁ
ἄνϑρωπος
,
ᾧ
ἔδωκεν
αὐτῷ
ὁ
ϑεὸς
πλοῦτον
καὶ
ὑπάρχοντα
καὶ
ἐξουσίασεν
αὐτὸν
τοῦ
ϕαγεῖν
ἀπ
'
αὐτοῦ
καὶ
τοῦ
λαβεῖν
τὸ
μέρος
αὐτοῦ
καὶ
τοῦ
εὐϕρανϑῆναι
ἐν
μόχϑῳ
αὐτοῦ
,
τοῦτο
δόμα
ϑεοῦ
ἐστιν
.
Verse: 19
ὅτι
οὐ
πολλὰ
μνησϑήσεται
τὰς
ἡμέρας
τῆς
ζωῆς
αὐτοῦ
·
ὅτι
ὁ
ϑεὸς
περισπᾷ
αὐτὸν
ἐν
εὐϕροσύνῃ
καρδίας
αὐτοῦ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.