TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 761
Previous part

Chapter: 24 
Verse: 23  Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοϕοῖς ἐπιγινώσκειν·
αἰδεῖσϑαι πρόσωπον ἐν κρίσει οὐ καλόν·
Verse: 24 
εἰπὼν τὸν ἀσεβῆ Δίκαιός ἐστιν,
ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔϑνη·
Verse: 25 
οἱ δὲ ἐλέγχοντες βελτίους ϕανοῦνται,
ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαϑή·
Verse: 26 
χείλη δὲ ϕιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαϑούς.
Verse: 27 
ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου
καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν
καὶ πορεύου κατόπισϑέν μου
καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.
Verse: 28 
μὴ ἴσϑι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην
μηδὲ πλατύνου σοῖς χείλεσιν·
Verse: 29 
μὴ εἴπῃς ῝Ον τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ,
τείσομαι δὲ αὐτὸν με ἠδίκησεν.
Verse: 30 
ὥσπερ γεώργιον ἀνὴρ ἄϕρων,
καὶ ὥσπερ ἀμπελὼν ἄνϑρωπος ἐνδεὴς ϕρενῶν·
Verse: 31 
ἐὰν ἀϕῇς αὐτόν, χερσωϑήσεται
καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος,
οἱ δὲ ϕραγμοὶ τῶν λίϑων αὐτοῦ κατασκάπτονται.
Verse: 32 
ὕστερον ἐγὼ μετενόησα,
ἐπέβλεψα τοῦ ἐκλέξασϑαι παιδείαν.
Verse: 33 
ὀλίγον νυστάζω, ὀλίγον δὲ καϑυπνῶ,
ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήϑη·
Verse: 34 
ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη πενία σου
καὶ ἔνδειά σου ὥσπερ ἀγαϑὸς δρομεύς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.