TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 739
Previous part

Chapter: 4 
Verse: 1  ᾽Ακούσατε, παῖδες, παιδείαν πατρὸς
καὶ προσέχετε γνῶναι ἔννοιαν·
Verse: 2 
δῶρον γὰρ ἀγαϑὸν δωροῦμαι ὑμῖν,
τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε.
Verse: 3 
υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος
καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός,
Verse: 4 
οἳ ἔλεγον καὶ ἐδίδασκόν με
᾽Ερειδέτω ἡμέτερος λόγος εἰς σὴν καρδίαν·
Verse: 5 
ϕύλασσε ἐντολάς, μὴ ἐπιλάϑῃ
μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος
Verse: 6 
μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνϑέξεταί σου·
ἐράσϑητι αὐτῆς, καὶ τηρήσει σε·
Verse: 8 
περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε·
τίμησον αὐτήν, ἵνα σε περιλάβῃ,
Verse: 9 
ἵνα δῷ τῇ σῇ κεϕαλῇ στέϕανον χαρίτων,
στεϕάνῳ δὲ τρυϕῆς ὑπερασπίσῃ σου.
Verse: 10 
῎Ακουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους,
καὶ πληϑυνϑήσεται ἔτη ζωῆς σου,
ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου·
Verse: 11 
ὁδοὺς γὰρ σοϕίας διδάσκω σε,
ἐμβιβάζω δέ σε τροχιαῖς ὀρϑαῖς.
Verse: 12 
ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισϑήσεταί σου τὰ διαβήματα·
ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις.
Verse: 13 
ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀϕῇς,
ἀλλὰ ϕύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου.
Verse: 14 
ὁδοὺς ἀσεβῶν μὴ ἐπέλϑῃς
μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων·
Verse: 15 
ἐν ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλϑῃς ἐκεῖ,
ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον.
Verse: 16 
οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν·
ἀϕῄρηται ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται·
Verse: 17 
οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας,
οἴνῳ δὲ παρανόμῳ μεϑύσκονται.
Verse: 18 
αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως ϕωτὶ λάμπουσιν,
προπορεύονται καὶ ϕωτίζουσιν, ἕως κατορϑώσῃ ἡμέρα·
Verse: 19 
αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί,
οὐκ οἴδασιν πῶς προσκόπτουσιν.
Verse: 20 
Υἱέ, ἐμῇ ῥήσει πρόσεχε,
τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς,
Verse: 21 
ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου,
ϕύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ·
Verse: 22 
ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτὰς
καὶ πάσῃ σαρκὶ ἴασις.
Verse: 23 
πάσῃ ϕυλακῇ τήρει σὴν καρδίαν·
ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.
Verse: 24 
περίελε σεαυτοῦ σκολιὸν στόμα
καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι.
Verse: 25 
οἱ ὀϕϑαλμοί σου ὀρϑὰ βλεπέτωσαν,
τὰ δὲ βλέϕαρά σου νευέτω δίκαια.
Verse: 26 
ὀρϑὰς τροχιὰς ποίει σοῖς ποσὶν
καὶ τὰς ὁδούς σου κατεύϑυνε.
Verse: 27 
μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά,
ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς·
Verse: 27a 
ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ϑεός,
διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·
Verse: 27b 
αὐτὸς δὲ ὀρϑὰς ποιήσει τὰς τροχιάς σου,
τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.