TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 737
Chapter: 2
Verse: 1
Υἱέ
,
ἐὰν
δεξάμενος
ῥῆσιν
ἐμῆς
ἐντολῆς
κρύψῃς
παρὰ
σεαυτῷ
,
Verse: 2
ὑπακούσεται
σοϕίας
τὸ
οὖς
σου
,
καὶ
παραβαλεῖς
καρδίαν
σου
εἰς
σύνεσιν
,
παραβαλεῖς
δὲ
αὐτὴν
ἐπὶ
νουϑέτησιν
τῷ
υἱῷ
σου
.
Verse: 3
ἐὰν
γὰρ
τὴν
σοϕίαν
ἐπικαλέσῃ
καὶ
τῇ
συνέσει
δῷς
ϕωνήν
σου
,
τὴν
δὲ
αἴσϑησιν
ζητήσῃς
μεγάλῃ
τῇ
ϕωνῇ
,
Verse: 4
καὶ
ἐὰν
ζητήσῃς
αὐτὴν
ὡς
ἀργύριον
καὶ
ὡς
ϑησαυροὺς
ἐξερευνήσῃς
αὐτήν
,
Verse: 5
τότε
συνήσεις
ϕόβον
κυρίου
καὶ
ἐπίγνωσιν
ϑεοῦ
εὑρήσεις
.
Verse: 6
ὅτι
κύριος
δίδωσιν
σοϕίαν
,
καὶ
ἀπὸ
προσώπου
αὐτοῦ
γνῶσις
καὶ
σύνεσις
·
Verse: 7
καὶ
ϑησαυρίζει
τοῖς
κατορϑοῦσι
σωτηρίαν
,
ὑπερασπιεῖ
τὴν
πορείαν
αὐτῶν
Verse: 8
τοῦ
ϕυλάξαι
ὁδοὺς
δικαιωμάτων
καὶ
ὁδὸν
εὐλαβουμένων
αὐτὸν
διαϕυλάξει
.
Verse: 9
τότε
συνήσεις
δικαιοσύνην
καὶ
κρίμα
καὶ
κατορϑώσεις
πάντας
ἄξονας
ἀγαϑούς
.
Verse: 10
ἐὰν
γὰρ
ἔλϑῃ
ἡ
σοϕία
εἰς
σὴν
διάνοιαν
,
ἡ
δὲ
αἴσϑησις
τῇ
σῇ
ψυχῇ
καλὴ
εἶναι
δόξῃ
,
Verse: 11
βουλὴ
καλὴ
ϕυλάξει
σε
,
ἔννοια
δὲ
ὁσία
τηρήσει
σε
,
Verse: 12
ἵνα
ῥύσηταί
σε
ἀπὸ
ὁδοῦ
κακῆς
καὶ
ἀπὸ
ἀνδρὸς
λαλοῦντος
μηδὲν
πιστόν
.
Verse: 13
ὦ
οἱ
ἐγκαταλείποντες
ὁδοὺς
εὐϑείας
τοῦ
πορεύεσϑαι
ἐν
ὁδοῖς
σκότους
,
Verse: 14
οἱ
εὐϕραινόμενοι
ἐπὶ
κακοῖς
καὶ
χαίροντες
ἐπὶ
διαστροϕῇ
κακῇ
,
Verse: 15
ὧν
αἱ
τρίβοι
σκολιαὶ
καὶ
καμπύλαι
αἱ
τροχιαὶ
αὐτῶν
Verse: 16
τοῦ
μακράν
σε
ποιῆσαι
ἀπὸ
ὁδοῦ
εὐϑείας
καὶ
ἀλλότριον
τῆς
δικαίας
γνώμης
.
Verse: 17
υἱέ
,
μή
σε
καταλάβῃ
κακὴ
βουλὴ
ἡ
ἀπολείπουσα
διδασκαλίαν
νεότητος
καὶ
διαϑήκην
ϑείαν
ἐπιλελησμένη
·
Verse: 18
ἔϑετο
γὰρ
παρὰ
τῷ
ϑανάτῳ
τὸν
οἶκον
αὐτῆς
καὶ
παρὰ
τῷ
ᾅδῃ
μετὰ
τῶν
γηγενῶν
τοὺς
ἄξονας
αὐτῆς
·
Verse: 19
πάντες
οἱ
πορευόμενοι
ἐν
αὐτῇ
οὐκ
ἀναστρέψουσιν
οὐδὲ
μὴ
καταλάβωσιν
τρίβους
εὐϑείας
·
οὐ
γὰρ
καταλαμβάνονται
ὑπὸ
ἐνιαυτῶν
ζωῆς
.
Verse: 20
εἰ
γὰρ
ἐπορεύοντο
τρίβους
ἀγαϑάς
,
εὕροσαν
ἂν
τρίβους
δικαιοσύνης
λείους
.
Verse: 21
χρηστοὶ
ἔσονται
οἰκήτορες
γῆς
,
ἄκακοι
δὲ
ὑπολειϕϑήσονται
ἐν
αὐτῇ
,
ὅτι
εὐϑεῖς
κατασκηνώσουσι
γῆν
,
καὶ
ὅσιοι
ὑπολειϕϑήσονται
ἐν
αὐτῇ
·
Verse: 22
ὁδοὶ
ἀσεβῶν
ἐκ
γῆς
ὀλοῦνται
,
οἱ
δὲ
παράνομοι
ἐξωσϑήσονται
ἀπ
'
αὐτῆς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.