TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 733
Previous part

Chapter: 12 
Verse: 0  Προσευχὴ Μανασση.
Verse: 1 
Κύριε παντοκράτωρ,
ϑεὸς τῶν πατέρων ἡμῶν,
τοῦ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ
καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου,
Verse: 2 
ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ // αὐτῶν,
Verse: 3 
πεδήσας τὴν ϑάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου,
κλείσας τὴν ἄβυσσον καὶ σϕραγισάμενος τῷ ϕοβερῷ καὶ // ἐνδόξῳ ὀνόματί σου·
Verse: 4 
ὃν πάντα ϕρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου,
Verse: 5 
ὅτι ἄστεκτος μεγαλοπρέπεια τῆς δόξης σου,
καὶ ἀνυπόστατος ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου,
Verse: 6 
ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου,
Verse: 7 
ὅτι σὺ εἶ κύριος ὕψιστος,
εὔσπλαγχνος, μακρόϑυμος καὶ πολυέλεος
καὶ μετανοῶν ἐπὶ κακίαις ἀνϑρώπων·
Verse: 8 
σὺ οὖν, κύριε ϑεὸς τῶν δικαίων,
οὐκ ἔϑου μετάνοιαν δικαίοις,
τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τοῖς οὐχ ἡμαρτηκόσιν σοι,
ἀλλ' ἔϑου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ,
Verse: 9 
διότι ἥμαρτον ὑπὲρ ἀριϑμὸν ψάμμου ϑαλάσσης,
ἐπλήϑυναν αἱ ἀνομίαι μου, κύριε, ἐπλήϑυναν,
καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ
ἀπὸ πλήϑους τῶν ἀδικιῶν μου
Verse: 10 
κατακαμπτόμενος πολλῷ δεσμῷ σιδήρου
εἰς τὸ ἀνανεῦσαί με ὑπὲρ ἁμαρτιῶν μου,
καὶ οὐκ ἔστιν μοι ἄνεσις,
διότι παρώργισα τὸν ϑυμόν σου
καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα
στήσας βδελύγματα καὶ πληϑύνας προσοχϑίσματα.
Verse: 11 
καὶ νῦν κλίνω γόνυ καρδίας δεόμενος τῆς παρὰ σοῦ χρηστότητος
Verse: 12 
῾Ημάρτηκα, κύριε, ἡμάρτηκα
καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω.
Verse: 13 
αἰτοῦμαι δεόμενός σου
῎Ανες μοι, κύριε, ἄνες μοι,
μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου
μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι
μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς.
ὅτι σὺ εἶ, κύριε, ϑεὸς τῶν μετανοούντων,
Verse: 14 
καὶ ἐν ἐμοὶ δείξῃς τὴν ἀγαϑωσύνην σου·
ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου,
Verse: 15 
καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου.
ὅτι σὲ ὑμνεῖ πᾶσα δύναμις τῶν οὐρανῶν,
καὶ σοῦ ἐστιν δόξα εἰς τοὺς αἰῶνας. αμην. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.