TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 703
Previous part

Chapter: 134 
Verse: 1  Αλληλουια.
Αἰνεῖτε τὸ ὄνομα κυρίου,
αἰνεῖτε, δοῦλοι, κύριον,
Verse: 2 
οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου,
ἐν αὐλαῖς οἴκου ϑεοῦ ἡμῶν.
Verse: 3 
αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαϑὸς κύριος·
ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν·
Verse: 4 
ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ κύριος,
Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ.
Verse: 5 
ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος
καὶ κύριος ἡμῶν παρὰ πάντας τοὺς ϑεούς·
Verse: 6 
πάντα, ὅσα ἠϑέλησεν κύριος, ἐποίησεν
ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ,
ἐν ταῖς ϑαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις·
Verse: 7 
ἀνάγων νεϕέλας ἐξ ἐσχάτου τῆς γῆς,
ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν·
ἐξάγων ἀνέμους ἐκ ϑησαυρῶν αὐτοῦ.
Verse: 8 
ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου
ἀπὸ ἀνϑρώπου ἕως κτήνους·
Verse: 9 
ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε,
ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.
Verse: 10 
ὃς ἐπάταξεν ἔϑνη πολλὰ
καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς,
Verse: 11 
τὸν Σηων βασιλέα τῶν Αμορραίων
καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν
καὶ πάσας τὰς βασιλείας Χανααν,
Verse: 12 
καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν,
κληρονομίαν Ισραηλ λαῷ αὐτοῦ.
Verse: 13 
κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
κύριε, τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
Verse: 14 
ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ
καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληϑήσεται.
Verse: 15 
τὰ εἴδωλα τῶν ἐϑνῶν ἀργύριον καὶ χρυσίον,
ἔργα χειρῶν ἀνϑρώπων·
Verse: 16 
στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν,
ὀϕϑαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,
Verse: 17 
ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισϑήσονται,
[ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσϕρανϑήσονται,
χεῖρας ἔχουσιν καὶ οὐ ψηλαϕήσουσιν,
πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν,
οὐ ϕωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν,]
οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν.
Verse: 18 
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ
καὶ πάντες οἱ πεποιϑότες ἐπ' αὐτοῖς.
Verse: 19 
οἶκος Ισραηλ, εὐλογήσατε τὸν κύριον·
οἶκος Ααρων, εὐλογήσατε τὸν κύριον·
Verse: 20 
οἶκος Λευι, εὐλογήσατε τὸν κύριον·
οἱ ϕοβούμενοι τὸν κύριον, εὐλογήσατε τὸν κύριον.
Verse: 21 
εὐλογητὸς κύριος ἐκ Σιων
κατοικῶν Ιερουσαλημ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.