TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 697
Previous part

Chapter: 128 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαϑμῶν.
Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,
εἰπάτω δὴ Ισραηλ,
Verse: 2 
πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,
καὶ γὰρ οὐκ ἠδυνήϑησάν μοι.
Verse: 3 
ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί,
ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν·
Verse: 4 
κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.
Verse: 5 
αἰσχυνϑήτωσαν καὶ ἀποστραϕήτωσαν εἰς τὰ ὀπίσω
πάντες οἱ μισοῦντες Σιων.
Verse: 6 
γενηϑήτωσαν ὡς χόρτος δωμάτων,
ὃς πρὸ τοῦ ἐκσπασϑῆναι ἐξηράνϑη·
Verse: 7 
οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ϑερίζων
καὶ τὸν κόλπον αὐτοῦ τὰ δράγματα συλλέγων,
Verse: 8 
καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐϕ' ὑμᾶς,
εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.