TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 694
Previous part

Chapter: 125 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαϑμῶν.
᾽Εν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων
ἐγενήϑημεν ὡς παρακεκλημένοι.
Verse: 2 
τότε ἐπλήσϑη χαρᾶς τὸ στόμα ἡμῶν
καὶ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.
τότε ἐροῦσιν ἐν τοῖς ἔϑνεσιν
᾽Εμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν.
Verse: 3 
ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεϑ' ἡμῶν,
ἐγενήϑημεν εὐϕραινόμενοι.
Verse: 4 
ἐπίστρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν
ὡς χειμάρρους ἐν τῷ νότῳ.
Verse: 5 
οἱ σπείροντες ἐν δάκρυσιν
ἐν ἀγαλλιάσει ϑεριοῦσιν.
Verse: 6 
πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον
αἴροντες τὰ σπέρματα αὐτῶν·
ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει
αἴροντες τὰ δράγματα αὐτῶν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.