TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 677
Chapter: 108
Verse: 1
Εἰς
τὸ
τέλος
·
τῷ
Δαυιδ
ψαλμός
.
῾Ο
ϑεός
,
τὴν
αἴνεσίν
μου
μὴ
παρασιωπήσῃς
,
Verse: 2
ὅτι
στόμα
ἁμαρτωλοῦ
καὶ
στόμα
δολίου
ἐπ
'
ἐμὲ
ἠνοίχϑη
,
ἐλάλησαν
κατ
'
ἐμοῦ
γλώσσῃ
δολίᾳ
Verse: 3
καὶ
λόγοις
μίσους
ἐκύκλωσάν
με
καὶ
ἐπολέμησάν
με
δωρεάν
.
Verse: 4
ἀντὶ
τοῦ
ἀγαπᾶν
με
ἐνδιέβαλλόν
με
,
ἐγὼ
δὲ
προσευχόμην
·
Verse: 5
καὶ
ἔϑεντο
κατ
'
ἐμοῦ
κακὰ
ἀντὶ
ἀγαϑῶν
καὶ
μῖσος
ἀντὶ
τῆς
ἀγαπήσεώς
μου
.
Verse: 6
κατάστησον
ἐπ
'
αὐτὸν
ἁμαρτωλόν
,
καὶ
διάβολος
στήτω
ἐκ
δεξιῶν
αὐτοῦ
·
Verse: 7
ἐν
τῷ
κρίνεσϑαι
αὐτὸν
ἐξέλϑοι
καταδεδικασμένος
,
καὶ
ἡ
προσευχὴ
αὐτοῦ
γενέσϑω
εἰς
ἁμαρτίαν
.
Verse: 8
γενηϑήτωσαν
αἱ
ἡμέραι
αὐτοῦ
ὀλίγαι
,
καὶ
τὴν
ἐπισκοπὴν
αὐτοῦ
λάβοι
ἕτερος
·
Verse: 9
γενηϑήτωσαν
οἱ
υἱοὶ
αὐτοῦ
ὀρϕανοὶ
καὶ
ἡ
γυνὴ
αὐτοῦ
χήρα
·
Verse: 10
σαλευόμενοι
μεταναστήτωσαν
οἱ
υἱοὶ
αὐτοῦ
καὶ
ἐπαιτησάτωσαν
,
ἐκβληϑήτωσαν
ἐκ
τῶν
οἰκοπέδων
αὐτῶν
.
Verse: 11
ἐξερευνησάτω
δανειστὴς
πάντα
,
ὅσα
ὑπάρχει
αὐτῷ
,
διαρπασάτωσαν
ἀλλότριοι
τοὺς
πόνους
αὐτοῦ
·
Verse: 12
μὴ
ὑπαρξάτω
αὐτῷ
ἀντιλήμπτωρ
,
μηδὲ
γενηϑήτω
οἰκτίρμων
τοῖς
ὀρϕανοῖς
αὐτοῦ
·
Verse: 13
γενηϑήτω
τὰ
τέκνα
αὐτοῦ
εἰς
ἐξολέϑρευσιν
,
ἐν
γενεᾷ
μιᾷ
ἐξαλειϕϑήτω
τὸ
ὄνομα
αὐτοῦ
.
Verse: 14
ἀναμνησϑείη
ἡ
ἀνομία
τῶν
πατέρων
αὐτοῦ
ἔναντι
κυρίου
,
καὶ
ἡ
ἁμαρτία
τῆς
μητρὸς
αὐτοῦ
μὴ
ἐξαλειϕϑείη
·
Verse: 15
γενηϑήτωσαν
ἔναντι
κυρίου
διὰ
παντός
,
καὶ
ἐξολεϑρευϑείη
ἐκ
γῆς
τὸ
μνημόσυνον
αὐτῶν
,
Verse: 16
ἀνϑ
'
ὧν
οὐκ
ἐμνήσϑη
τοῦ
ποιῆσαι
ἔλεος
καὶ
κατεδίωξεν
ἄνϑρωπον
πένητα
καὶ
πτωχὸν
καὶ
κατανενυγμένον
τῇ
καρδίᾳ
τοῦ
ϑανατῶσαι
.
Verse: 17
καὶ
ἠγάπησεν
κατάραν
,
καὶ
ἥξει
αὐτῷ
·
καὶ
οὐκ
ἠϑέλησεν
εὐλογίαν
,
καὶ
μακρυνϑήσεται
ἀπ
'
αὐτοῦ
.
Verse: 18
καὶ
ἐνεδύσατο
κατάραν
ὡς
ἱμάτιον
,
καὶ
εἰσῆλϑεν
ὡς
ὕδωρ
εἰς
τὰ
ἔγκατα
αὐτοῦ
καὶ
ὡσεὶ
ἔλαιον
ἐν
τοῖς
ὀστέοις
αὐτοῦ
·
Verse: 19
γενηϑήτω
αὐτῷ
ὡς
ἱμάτιον
,
ὃ
περιβάλλεται
,
καὶ
ὡσεὶ
ζώνη
,
ἣν
διὰ
παντὸς
περιζώννυται
.
Verse: 20
τοῦτο
τὸ
ἔργον
τῶν
ἐνδιαβαλλόντων
με
παρὰ
κυρίου
καὶ
τῶν
λαλούντων
πονηρὰ
κατὰ
τῆς
ψυχῆς
μου
.
Verse: 21
καὶ
σύ
,
κύριε
κύριε
,
ποίησον
μετ
'
ἐμοῦ
ἔλεος
ἕνεκεν
τοῦ
ὀνόματός
//
σου
,
ὅτι
χρηστὸν
τὸ
ἔλεός
σου
.
Verse: 22
ῥῦσαί
με
,
ὅτι
πτωχὸς
καὶ
πένης
ἐγώ
εἰμι
,
καὶ
ἡ
καρδία
μου
τετάρακται
ἐντός
μου
.
Verse: 23
ὡσεὶ
σκιὰ
ἐν
τῷ
ἐκκλῖναι
αὐτὴν
ἀντανῃρέϑην
,
ἐξετινάχϑην
ὡσεὶ
ἀκρίδες
.
Verse: 24
τὰ
γόνατά
μου
ἠσϑένησαν
ἀπὸ
νηστείας
,
καὶ
ἡ
σάρξ
μου
ἠλλοιώϑη
δι
'
ἔλαιον
.
Verse: 25
καὶ
ἐγὼ
ἐγενήϑην
ὄνειδος
αὐτοῖς
·
εἴδοσάν
με
,
ἐσάλευσαν
κεϕαλὰς
αὐτῶν
.
Verse: 26
βοήϑησόν
μοι
,
κύριε
ὁ
ϑεός
μου
,
σῶσόν
με
κατὰ
τὸ
ἔλεός
σου
,
Verse: 27
καὶ
γνώτωσαν
ὅτι
ἡ
χείρ
σου
αὕτη
καὶ
σύ
,
κύριε
,
ἐποίησας
αὐτήν
.
Verse: 28
καταράσονται
αὐτοί
,
καὶ
σὺ
εὐλογήσεις
·
οἱ
ἐπανιστανόμενοί
μοι
αἰσχυνϑήτωσαν
,
ὁ
δὲ
δοῦλός
σου
εὐϕρανϑήσεται
.
Verse: 29
ἐνδυσάσϑωσαν
οἱ
ἐνδιαβάλλοντές
με
ἐντροπὴν
καὶ
περιβαλέσϑωσαν
ὡσεὶ
διπλοίδα
αἰσχύνην
αὐτῶν
.
Verse: 30
ἐξομολογήσομαι
τῷ
κυρίῳ
σϕόδρα
ἐν
τῷ
στόματί
μου
καὶ
ἐν
μέσῳ
πολλῶν
αἰνέσω
αὐτόν
,
Verse: 31
ὅτι
παρέστη
ἐκ
δεξιῶν
πένητος
τοῦ
σῶσαι
ἐκ
τῶν
καταδιωκόντων
τὴν
ψυχήν
μου
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.