TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 638
Previous part

Chapter: 69 
Verse: 1  Εἰς τὸ τέλος· τῷ Δαυιδ εἰς ἀνάμνησιν,
Verse: 2 
εἰς
τὸ σῶσαί με κύριον.
῾Ο ϑεός, εἰς τὴν βοήϑειάν μου πρόσχες.
Verse: 3 
αἰσχυνϑείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν,
ἀποστραϕείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνϑείησαν οἱ βουλόμενοί // μοι κακά,
Verse: 4 
ἀποστραϕείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι // Εὖγε εὖγε.
Verse: 5 
ἀγαλλιάσϑωσαν καὶ εὐϕρανϑήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές // σε,
καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνϑήτω ϑεός, οἱ ἀγαπῶντες // τὸ σωτήριόν σου.
Verse: 6 
ἐγὼ δὲ πτωχὸς καὶ πένης· ϑεός, βοήϑησόν μοι.
βοηϑός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.