TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 625
Previous part

Chapter: 56 
Verse: 1  Εἰς τὸ τέλος· μὴ διαϕϑείρῃς· τῷ Δαυιδ εἰς
στηλογραϕίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ
προσώπου Σαουλ εἰς τὸ σπήλαιον.
Verse: 2 
᾽Ελέησόν με, ϑεός, ἐλέησόν με,
ὅτι ἐπὶ σοὶ πέποιϑεν ψυχή μου
καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ,
ἕως οὗ παρέλϑῃ ἀνομία.
Verse: 3 
κεκράξομαι πρὸς τὸν ϑεὸν τὸν ὕψιστον,
τὸν ϑεὸν τὸν εὐεργετήσαντά με.
Verse: 4 
ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με,
ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με.
διάψαλμα.
ἐξαπέστειλεν ϑεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήϑειαν αὐτοῦ
Verse: 5 
καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων.
ἐκοιμήϑην τεταραγμένος·
υἱοὶ ἀνϑρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη,
καὶ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.
Verse: 6 
ὑψώϑητι ἐπὶ τοὺς οὐρανούς, ϑεός,
καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου.
Verse: 7 
παγίδα ἡτοίμασαν τοῖς ποσίν μου
καὶ κατέκαμψαν τὴν ψυχήν μου·
ὤρυξαν πρὸ προσώπου μου βόϑρον
καὶ ἐνέπεσαν εἰς αὐτόν.
διάψαλμα.
Verse: 8 
ἑτοίμη καρδία μου, ϑεός,
ἑτοίμη καρδία μου, ᾄσομαι καὶ ψαλῶ.
Verse: 9 
ἐξεγέρϑητι, δόξα μου·
ἐξεγέρϑητι, ψαλτήριον καὶ κιϑάρα·
ἐξεγερϑήσομαι ὄρϑρου.
Verse: 10 
ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε,
ψαλῶ σοι ἐν ἔϑνεσιν,
Verse: 11 
ὅτι ἐμεγαλύνϑη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου
καὶ ἕως τῶν νεϕελῶν ἀλήϑειά σου.
Verse: 12 
ὑψώϑητι ἐπὶ τοὺς οὐρανούς, ϑεός,
καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.